De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

προύκειτο γὰρ ἄγχιστα πυλῶν, θέαμα παντὸς λόγου καὶ τραγικῆς ἀκοῆς μεῖζον, οὐκ ἐφ’ ἐνὶ χώρῳ κατεσθιομένων τῶν ἀνθρωπείων σαρκῶν, ἀλλὰ κατὰ πάντα τόπον διαρριπτουμένων. μέλη γοῦν καὶ σάρκας ὅλας, μέρη τέ τινα σπλάγχνων καὶ πυλῶν εἴσω τινὲς κατιδεῖν εἰρήκασιν.

ἐφ’ οἷς πλείσταις ἡμέραις ἐπιτελουμένοις τοιοῦτόν τι παράδοξον συμβαίνει. αἰθρία ἦν καὶ λαμπρὸς ἀὴρ καὶ τοῦ περιέχοντος κατάστασις εὐδιεινοτάτη. εἶτα ἀθρόως τῶν ἀνὰ τὴν πόλιν κιόνων, οἱ τὰς δημοσίας ὑπήρειδον στοὰς, δακρύων τινὰ τρόπον οἱ πλείους σταλαγμοὺς ἀπέσταζον, ἀγοραί τε καὶ πλατεῖαι, μηδεμιᾶς ψεκάδος ἐξ ἀέρος γεγενημένης, οὐκ οἶδ’ ὁπόθεν ὕδατι ῥανθεῖσαι καθυγραίνοντο, ὡς αὐτίκα διαθρυληθῆναι εἰς πάντας δακρῦσαι τὴν γῆν ἀρρήτῳ λόγῳ, τὴν τῶν τότε πραχθέντων ἀνοσιουργίαν μὴ φέρουσαν, εἰς ἔλεγχόν τε φύσεως ἀτέγκτου καὶ ἀσυμπαθοῦς ἀνθρώπων λίθους

v.4.p.405
καὶ τὴν ἄψυχον ὕλην ἐπικλαῦσαι τοῖς γεγενημένοις.

λῆρος ἴσως καὶ μῦθος εὖ οἶδ’ ὅτι δόξειεν εἶναι τὸ ῥῆμα τοῖς μεθ’ ἡμᾶς, ἀλλ’ οὐχ οἷσπερ ὁ καιρὸς τὴν ἀλήθειαν ἐπιστώσατο.