De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

μετὰ δὲ τοῦτο ἐπὶ τῆς αὐτῆς πόλεως πλεῖστοι ὅσοι τῶν ἐπιχωρίων ἐκκλησιῶν ἄρχοντες, δειναῖς αἰκίαις προθύμως διαθλήσαντες, μεγάλων ἀγώνων ἱστορίαν τοῖς ἐνορῶσιν ἐνεδείξαντο, ἄλλοι δὲ ὑπὸ δειλίας τὴν ψυχὴν προναρκήσαντες προχείρως οὕτως ἀπὸ πρώτης ἐξησθένησαν προσβολῆς, τῶν δὲ λοιπῶν ἕκαστος εἴδη διάφορα βασάνων διήλλαττον, τοτὲ μὲν μάστιξιν ἀνηρίθμοις, τοτὲ δὲ στρεβλώσεσι καὶ καταξάνσεσι τῶν πλευρῶν δεσμοῖς τε ἀνυπομονήτοις, ὑφ’ ὧν τισὶ καὶ παρεθῆναι συνέβη τὰς χεῖρας.

ὅμως δ’ οὖν ἔφερον τὸ ἀποβὰν ἀκολούθως ταῖς ἀπορρήτοις κρίσεσι τοῦ θεοῦ τέλος. ὁ μὲν γὰρ ἑτέρων κατεχόντων αὐτοῦ τὼ χεῖρε καὶ τῷ βωμῷ προσαγόντων, τήν τε μιαρὰν καὶ ἐναγῆ θυσίαν κατὰ τῆς δεξιᾶς ἐπιρριπτούντων, ὡς ἂν τεθυκὼς ἀπηλλάττετο, ὁ δὲ μηδ’ ὅλως ἐφαψάμενος, εἰρηκότων δ’ ἑτέρων ὅτι τεθύκοι, σιωπήσας ἀπῄει, ἄλλος ἡμιθανὴς αἰρόμενος ὡσὰν ἤδη νεκρὸς ἐρρίπτετο καὶ ἀνίετό γε τῶν δεσμῶν, ἐν τεθυκόσιν αὐτοῖς λελογισμένος, ὁ δὲ βοῶν καὶ μαρτυρόμενος, ὅτι μὴ [*](6 Hom. II. 2, 204.)

v.4.p.385
πείθοιτο, κατὰ στόματος παιόμενος, πολυχειρίᾳ τε τῶν ἐπὶ τούτῳ τεταγμένων κατασιγαζόμενος, μετὰ βίας ἐξωθεῖτο, καὶ εἰ μὴ τεθυκὼς ἦν.

οὕτως ἐκ παντὸς τὸ δοκεῖν ἠνυκέναι αὐτοῖς περὶ πολλοῦ ὑπῆρχεν. ἐκ δὴ οὖν τῶν τοσούτων μόνοι τοῦ τῶν ἁγίων μαρτύρων κατηξιώθησαν στεφάνου Ἀλφειὸς καὶ Ζακχαῖος, οἱ μετὰ μάστιγας καὶ ξεσμοὺς, δεσμά τε χαλεπὰ καὶ τὰς ἐπὶ τούτοις ἀλγηδόνας, ἑτέρας τε διαφόρους ἐξετάσεις, νυχθήμερον ὑπὸ τέσσαρα τοῦ κολαστηρίου ξύλου κεντήματα τοὺς πόδας παραταθέντες, Δίου μηνὸς ἑπτακαιδεκάτῃ αὕτη παρὰ Ῥωμαίοις ἡ πρὸ δεκαπέντε Καλανδῶν Δεκεμβρίων) μόνον ἴνα θεὸν καὶ Χριστὸν βασιλέα Ἰησοῦν ὁμολογήσαντες, ὥς τι βλάσφημον φθεγξάμενοι, ὁμοίως τῷ προτέρῳ μάρτυρι τὰς κεφαλὰς ἀπετμήθησαν.

Μνήμης δ’ ἄξια τυγχάνει καὶ τὰ περὶ Ῥωμανὸν ἐν Ἀντιοχείᾳ ἐπὶ τῆς αὐτῆς ἡμέρας ἀποτελεσθέντα. Παλαιστῖνός γὰρ οὗτος ὢν, διάκονός τε καὶ ἐπορκιστὴς τῆς ἐν Καισαρείᾳ παροικίας, ὁμοῦ τῇ τῶν ἐκκλησιῶν καθαιρέσει γενόμενος ἐκεῖσε, πλείους ἄνδρας ἅμα γυναιξὶ καὶ τέκνοις σωρηδὸν τοῖς εἰδώλοις προσιόντας τε καὶ θύοντας ἐνιδὼν. ἀνύποιστον ἡγησάμενος τὴν θέαν, ζήλῳ θεοσεβείας πρόσεισι, κἀκείνοις μεγάλῃ φωνῇ κεκραγὼς ἐπιπλήττει.

αὐτὸς δὲ τῆς τόλμης ἕνεκεν συλληφθεὶς, γενναιότατος εἰ καί τις ἄλλος ἀποδέδεικται μάρτυς τῆς ἀληθείας. ἀποφηναμένου γὰρ κατ’ αὐτοῦ τὸν διὰ πυρὸς θάνατον τοῦ δικαστοῦ, φαιδρῷ προσώπῳ καὶ διαθέσει εὖ μάλα προθυμοτάτῃ τὴν ἀπόφασιν ἀσπαστῶς καταδεξάμενος ἀπάγεται· εἶτα τῷ ἰκρίῳ προσδεῖται, τῆς τε ὕλης συμπεφορημένης ἐπ’ αὐτῷ, καὶ τῶν μελλόντων ὑφάπτειν τὴν πυρὰν τὴν βασιλέως ἐπιπαρόντος

v.4.p.386
ἐπίκρισιν ἐκδεχομένων, ποῦ μοι τὸ πῦρ” ἐβόα

καὶ ταῦτα λέγων ἀνάκλητος πρός βασιλέα γίνεται, καινοτέρᾳ ὑποβληθησόμενος κολάσει τῆς γλώττης, ἧς ἀποκοπὴν ἀνδρειότατα ὑπομείνας ἔργοις ἅπασιν ὑπέδειξεν ὅτι δὴ θεία δύναμις τοῖς ὸτιποτοῦν χαλε πὸν ὑπὲρ εὐσεβείας ὑπομένουσιν ἐπελαφρίζουσ τοὺς πόνους καὶ τὴν προθυμίαν ἐπιρρωννῦσα παρ’ σταται. μαθὼν γοῦν τὴν καινουργίαν τῆς κολάσεως καὶ μὴ καταπλαγεὶς ὁ γεννάδας, ἀσμένως προύβα λετο τὴν γλῶτταν, προθυμότατα εὐτρεπῆ παρέχων αὐτὴν τοῖς ἀποτέμνουσι.

μεθ’ ἣν τιμωρίαν εἰς δεσμὰ βληθεὶς, πλεῖστόν τε αὐτόθι πονηθεὶς χρόνον, τέλος τῆς ἀρχικῆς εἰκοσαετηρίδος ἐπιστάσης, κατὰ νομιζομένην δωρεὰν τῶν ἐν τοῖς δεσμοῖς πανταχῆ πάντων ἐλευθερίας ἀνακηρυχθείσης, μόνος ὑπὸ πέντε κεντήματα ἄμφω τὼ πόδε διαταθεὶς, ἐν αὐτῷ κείμενος τῷ ξύλῳ βρόχῳ περιβληθεὶς, ὡς καὶ ἐπεπόθει, μαρτυρίῳ κατεκοσμήθη.

ἀλλ’ οὗτός γε, εἰ καὶ ὑπερόριος, ὅμως Παλαιστῖνός ὢν, ἐν Παλαιστινοῖς ἄξιος ἂν εἴη μάρτυσιν ἀριθμεῖσθαι. ταῦτα μὲν ἔτει πρώτῳ τοῦτον ἀπετελέσθη τὸν τρόπον, κατὰ μόνων τῶν τῆς ἐκκλησίας προέδρων ἐπηρτημένου τοῦ διωγμοῦ.

Δευτέρου δ’ ἔτους διαλαβόντος, καὶ δὴ σφοδρότερον ἐπιταθέντος τοῦ καθ’ ἡμῶν πολέμου, τῆς ἐπαρχίας ἡγουμένου τηνικάδε Οὐρβανοῦ, γραμμάτων τούτῳ πρῶτον βασιλικῶν πεφοιτηκότων, ἐν οἷς καθολικῷ προστάγματι πάντας πανδημεὶ τοὺς κατὰ πόλιν θύειν τε καὶ σπένδειν τοῖς εἰδώλοις ἐκελεύετο, Τιμόθεος ἐν Γάζῃ πόλει τῆς Παλαιστίνης μυρίας ἀνατλὰς βασάνους, ἐπὶ πάσαις λεπτῷ καὶ μαλθακῷ πυρὶ παραδοθεὶς, δοκιμὴν γνησιωτάτην

v.4.p.387
τῆς περὶ τὸ θεῖον γνησιωτάτης εὐσεβείας διὰ τῆς πρὸς πάντα ὑπομονῆς παρασχὼν, τὸν τῶν ἱερονικῶν τῆς θεοσεβείας ἀθλητῶν στέφανον ἀπηνέγκατο. τούτῳ δ’ ἅμα γενναιοτάτην ἔνστασιν ἐπιδειξάμενοι Ἀγάπιος καὶ ἡ καθ’ ἡμᾶς Θέκλα θηρίοις εἰς βορὰν κατεδικάσθησαν.

τὰ ἐπὶ τούτοις τίς ἰδὼν οὐκ ἐθαύμασεν, ἡ· καὶ ἀκοῇ μαθὼν οὐκ ἐξεπλάγη; πάνδημον γάρ τοι τῶν ἐθνῶν ἑορτὴν καὶ συνήθεις θέας ἀγόντων, μετὰ τῶν ἄλλως αὐτοῖς σπουδαζομένων καὶ τοὺς ἀρτίως θηρίοις κατακριθέντας πολὺς ἦν ὁ λόγος ἐπιδείξεσθαι τὸν ἀγῶνα.

αὐξούσης δῆτα καὶ πλεοναζούσης παρὰ πᾶσι τῆς φήμης νεανίαι τὸν ἀριθμὸν ἴξ, ὧν ὁ μὲν Ποντικὸς τὸ γένος ἦν, ὄνομα Τιμόλαος, ὁ δ’ ἐκ Τριπόλεως τῆς Φοινίκης, Διονύσιος ἐκαλεῖτο, ἕτερος δ’ αὐτῶν τῆς ἐν Διοσπόλει παροικίας ὑποδιάκονος, Ῥωμύλος ἦν καὶ τούτῳ προσηγορία, δύο τε ἐπὶ τούτοις Αἰγύπτιοι, Πάησις καὶ Ἀλέξανδρος, καὶ ἄλλος τούτῳ συνώνυμος Ἀλέξανδρος τῶν ἀπὸ Γάζης, ἐπὶ τὸ κυνηγέσιον ἀνιέναι μέλλοντι τῷ Οὐρβανῷ, ἐνδήσαντες πρότερον τὰς αὐτῶν χεῖρας, ὡς ἂν τὴν ἄγαν σημήνειαν περὶ τὸ μαρτύριον προθυμίαν, δρομαῖοι προσίασι, Χριστιανοὺς σφᾶς ὁμολογοῦντες, διά τε τῆς πρὸς πάντα τὰ δεινὰ παρατάξεως, ὅτι μηδὲ τὰς τῶν θηρίων ἐπιβολὰς οἶ τὴν εἰς τὸν τῶν ὅλων θεὸν εὐσέβειαν αὐχοῦντες κατεπτήχασιν, ἐπιδεικνύμενοι.

αὐτίκα μὲν εἰς οὐ τὴν τυχοῦσαν κατάπληξιν αὐτόν τε τὸν ἄρχοντα καὶ τοὺς ἀμφ’ αὐτὸν καταστήσαντες δεσμωτηρίῳ καθείργνυνται, μετ’ οὐ πολλὰς δὲ ἡμέρας δυοῖν αὐτοῖς ἄλλων καταλεγέντων, τοῦ μὲν καὶ πρὸ αὐτῶν δειναῖς καὶ ποικίλαις ἤδη πρότερον καθ’ ἑτέρας ὁμολογίας ἐναθλήσαντος βασάνοις, Ἀγάπιος

v.4.p.388
καὶ αὐτῷ ὄνομα ἠν, τοῦ δὲ τὰς τοῦ σώματος αὐτοῖς χρείας διακονουμένου, ὄνομα δὲ καὶ τούτῳ Διονύσιος, οἱ πάντες ὀκτὼ γενόμενοι τὸν ἀριθμὸν ἐν ἡμέρᾳ μιᾷ τὰς κεφαλὰς αὖθις ἐπ’ αὐτῆς Καισαρείας ἀποτέμνονται, Δύστρου μηνὸς ἡμέρᾳ τετράδι καὶ εἰκάδι, ἡ πρὸ ἐννέα Καλανδῶν Ἀπριλλίων καὶ αὐτὴ οὔσα ἐτύγχανεν.

ἐν τούτῳ μεταβολή τις τῶν κρατούντων, αὐτοῦ δὴ τοῦ πάντων ἀνωτάτω καὶ τοῦ μετ’ αὐτὸν δευτέρου, ἐπὶ τὸ ἰδιωτικὸν σχῆμα γίνεται, νοσεῖν τε αὐτοῖς ἄρχεται τὰ κοινά.

μικρὸν δ’ ὕστερον διαστάσης εἰς ἑαυτὴν τῆς Ῥωμαίων ἀρχῆς πόλεμος ἄσπονδος εἰς αὐτοὺς ἐπεγείρεται, οὐ πρότερόν τε τὰ τῆς διαστάσεως καὶ τῶν ἐπὶ ταύτῃ θορύβων κατάστασιν εἴληφεν ἢ τὴν καθ’ ἡμᾶς εἰρήνην καθ’ ὅλης πρυτανευθῆναι τῆς ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν οἰκουμένης.

ἅμα τε γὰρ αὕτη τοῖς πᾶσι δίκην φωτὸς ὡσὰν ἐκ ζοφερᾶς καὶ σκοτεινοτάτης νυκτὸς ἀνατέταλκε, καὶ αὖ πάλιν τὰ κοινὰ τῆς Ῥωμαίων ἡγεμονίας αὖθις εὐσταθῆ καὶ φίλια καὶ εἰρηναῖα ἦν, τὴν ἐκ προγόνων εἰς ἀλλήλους εὔνοιαν ἀπολαμβάνοντα. ἀλλὰ τούτων μὲν κατὰ τὸν προσήκοντα καιρὸν ἐντελέστερον ἀποδώσομεν τὸν λόγον. νυνὶ δὲ ἐπὶ τὴν τῶν ἐξῆς ἀπίωμεν ἀκολουθίαν.