De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

Ἔτος τοῦτο ἦν ἐννεακαιδέκατον τῆς Διοκλητιανοῦ βασιλείας, Ξανθικὸς μὴν, ὃς λέγοιτ᾿ ἂν Ἀπρίλλιος κατὰ ῾Ρωμαίους, ἐν ᾧ τῆς τοῦ σωτηρίου πάθους ἑορτῆς ἐπιλαμβανούσης ἡγεῖτο μὲν Φλαβιανὸς τοῦ τῶν Παλαιστίνων ἔθνους, ἥπλωτο δ᾿ ἀθρόως πανταχοῦ γράμματα, τὰς μὲν ἐκκλησίας εἰς ἔδαφος φέρειν, τὰς δὲ γραφὰς ἀφανεῖς πυρὶ γενέσθαι προστάττοντα, καὶ τοὺς μὲν τιμῆς ἐπειλημμένους ἀτίμους, τοὺς δὲ ἐν οἰκετίαις, εἰ ἐπιμένοιεν τῇ τοῦ Χριστιανισμοῦ προθέσει, ἐλευθερίας στερίσκεσθαι προαγορεύοντα.

καὶ ἡ μὲν τῆς πρώτης καθ᾿ ἡμῶν γραφῆς τοιαύτη τις ἦν δύναμις. μετ᾿ οὐ πολὺ δὲ ἑτέρων ἐπιφοιτησάντων γραμμάτων προσετάττετο τοὺς τῶν ἐκκλησιῶν προέδρους πάντας πανταχῆ πρῶτον μὲν δεσμοῖς παραδίδοσθαι, εἴθ᾿ ὕστερον πάσῃ μηχανῇ θύειν ἐξαναγκάζεσθαι.

Πρῶτος τοιγαροῦν τῶν ἐπὶ Παλαιστίνης μαρτύρων Προκόπιος, πρὶν ἢ φυλακῆς πεῖραν λαβεῖν, εὐθὺς ἀπὸ πρώτης εἰσόδου τοῖς ἡγεμονικοῖς παρα-

v.4.p.384
στὰς δικαστηρίοις, θύειν τε τοῖς λεγομένοις προσταχθεὶς θεοῖς, ἔνα μόνον ἔφησεν εἰδέναι, ᾧ καθῆκεν ὡς αὐτὸς βούλεται θύειν· ὡς δὲ κἂν τοῖς βασιλεῦσι τέσσαρσι σπένδειν ἐκελεύετο, ῥῆμά τι φθεγξάμενος τῶν οὐ προσηνῶν αὐτοῖς αὐτίκα τὴν κεφαλὴν άποτέμνεται, τὸ ποιητικὸν εἰπὼν ἐκεῖνο “οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, εἶς βασιλεύς.”

Δεσίου μηνὸς ἑβδόμῃ, πρὸ ἑπτὰ εἰδῶν Ἰουνίων λέγοιτ’ ἂν παρὰ Ῥωμαίοις, ἡμέρᾳ τετράδι σαββάτου τοῦτο πρῶτον ἐπὶ Καισαρείας τῆς Παλαιστίνης ἀπετελέσθη σημεῖον.