Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

τούτων οὕτως ἐχόντων οἱ

v.4.p.364
“μὲν ἐναπέθνησκον ταῖς βασάνοις, τῇ καρτερίᾳ κα- “ταισχύναντες τὸν ἀντίπαλον, οἶ δὲ ἡμιθνῆτες ἐν τῷ δεσμωτηρίῳ συγκλειόμενοι μετ’ οὐ πολλὰς ἡμέρας ταῖς ἀλγηδόσι συνεχόμενοι ἐτελειοῦντο, οἶ δὲ λοιποὶ τῆς ἀπὸ τῆς θεραπείας ἀνακτήσεως τυχόντες τῷ ῾χρόνῳ καὶ τῇ τῆς φυλακῆς διατριβῇ θαρσαλεώτεροι ἐγίνοντο.

οὕτω γοῦν ἡνίκα προστέτακτο αἱρέσεως κειμένης, ἢ ἐφαψάμενον τῆς ἐναγοῦς θυσίας ἀνενόχλητον εἶναι, τῆς ἐπαράτου ἐλευθερίας παρ’ αὐτῶν “τυχόντα, ἢ μὴ θύοντα τὴν ἐπὶ θανάτῳ δίκην “χεσθαι, οὐδὲν μελλήσαντες ἀσμένως ἐπὶ τὸν θάνα- “τον ἐχώρουν· ᾔδεσαν γὰρ τὰ ὑπὸ τῶν ἱερῶν γρα- “φῶν ἡμῖν προορισθέντα. ὁ γὰρ θυσιάζων, φησὶ “θεοῖς ἑτέροις ἐξολοθρευθήσεται, καί· ὅτι οὐκ ἔσον- “ταί ταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.”