Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

οὐ γὰρ εἶναι κἂν μέρος φροντίδος αὐτοῖς περὶ “ἡμῶν, ἀλλ’ οὕτω καὶ διανοεῖσθαι καὶ πράττειν, “ὡς μηκέτ’ ὄντων, ταύτην δευτέραν ἐπὶ ταῖς πληγαῖς τῶν ὑπεναντίων ἐφευρόντων.

ἦσαν δὲ οἶ ‘καὶ μετὰ τοὺς αἰκισμοὺς ἐπὶ τοῦ ξύλου κείμενοι διὰ “τῶν τεσσάρων ὀπῶν διατεταμένοι ἄμφω τὼ πόδε, “ὠς καὶ κατ’ ἀνάγκην αὐτοὺς ἐπὶ τοῦ ξύλου ὑπτίους εἶναι, μὴ δυναμένους διὰ τὸ ἔναυλα τὰ τραύματα ἀπὸ τῶν πληγῶν καθ’ ὅλου τοῦ σώματος ἔχειν· ἕτεροι δὲ εἰς τοὔδαφος ῥιφέντες ἔκειντο ὑπὸ τῆς τῶν βασάνων ἀθρόας προσβολῆς, δεινοτέραν τὴν ‘ὄψιν τῆς ἐνεργείας τοῖς ὁρῶσι παρέχοντες, ποικίλας καὶ διαφόρους ἐν τοῖς σώμασι φέροντες τῶν βασάνων τὰς ἐπινοίας.