Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
τούτοις μετὰ βραχέα ἐπιλέγουσι ταῦτα ἐπεστέλλομεν δὲ ἅμα καὶ παρεκαλοῦμεν πολλοὺς καὶ τῶν μακρὰν ἐπισκόπων “ἐπὶ τὴν θεραπείαν τῆς θανατηφόρου διδασκαλίας, “ὥσπερ καὶ Διονύσιον τὸν ἐπὶ τῆς Ἀλεξανδρείας, “καὶ Φιρμιλλιανὸν τὸν ἀπὸ τῆς Καππαδοκίας, τοὺς “μακαρίτας, ὧν ὁ μὲν καὶ ἐπέστειλεν εἰς τὴν Ἀντιόχειαν, τὸν ἡγεμόνα τῆς πλάνης οὐδὲ προσρήσεως ‘ἀξιώσας, οὐδὲ πρὸς πρόσωπον γράψας αὐτῷ, ἀλλὰ τῇ παροικίᾳ πάσῃ, ἧς καὶ τὸ ἀντίγραφον ὑπετάξα- “μεν·
ὁ δὲ Φιρμιλλιανὸς καὶ δὶς ἀφικόμενος κατέγνω μὲν τῶν ὑπ’ ἐκείνου καινοτομουμένων, ὡς ἴσμεν καὶ μαρτυροῦμεν οἱ παραγενόμενοι, καὶ ἄλλοι πολ- “λοὶ συνίσασιν, ἐπαγγειλαμένου δὲ μεταθήσεσθαι, πιστεύσας καὶ ἐλπίσας ἄνευ τινὸς περὶ τὸν λόγον “λοιδορίας τὸ πρᾶγμα εἰς δέον καταστήσεσθαι, ἀνε- ῾βάλετο, παρακρουσθεὶς ὑπ’ αὐτοῦ τοῦ καὶ τὸν θεὸν τὸν ἑαυτοῦ ἀρνουμένου, καὶ τὴν πίστιν, ἣν καὶ αὐτὸς πρότερον εἶχε, μὴ φυλάξαντος.