Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VI, 29-30] Μίαν δὴ οὖν ἐκ κοινῆς γνώμης οἱ ἐπὶ ταὐτὸ συγκεκροτημένοι ποιμένες διαχαράξαντες ἐπιστολὴν εἰς πρόσωπον τοῦ τε Ῥωμαίων ἐπισκόπου Διονυσίου καὶ Μαξίμου τοῦ Ἀλεξάνδρειαν ἐπὶ πάσας διαπέμπονται τὰς ἐπαρχίας, τὴν αὐτῶν τε σπουδὴν τοῖς πᾶσι φανερὰν καθιστάντες, καὶ τοῦ Παύλου τὴν διάστροφον ἑτεροδοξίαν, ἐλέγχους τε καὶ ἐρωτήσεις ἃς πρὸς αὐτὸν ἀνακεκινήκασι, καὶ ἔτι τὸν πάντα βίον τε καὶ τρόπον τοῦ ἀνδρὸς διηγούμενοι· ἐξ ὧν μνήμης ἕνεκεν καλῶς ἂν ἔχοι ταύτας αὐτῶν ἐπὶ τοῦ παρόντος διελθεῖν τὰς φωνάς

“Διονυσίῳ καὶ Μαξίμῳ καὶ τοῖς κατὰ τὴν οἰκουμένην πᾶσι συλλειτουργοῖς ἡμῶν ἐπισκόποις ‘καὶ πρεσβυτέροις καὶ διακόνοις, καὶ πάσῃ τῆ ὑπὸ “τὸν οὐρανὸν καθολικῇ ἐκκλησίᾳ, Ἕλενος καὶ ῾Υμέ- “ναιος καὶ Θεόφιλος καὶ Θεότεκνος καὶ Μάξιμος, Πρόκλος, Νικομᾶς καὶ Αἰλιανὸς καὶ Παῦλος καὶ “Βωλανὸς καὶ Πρωτογενὴς καὶ Ἱέραξ καὶ Εὐτύχιος

v.4.p.334
“καὶ Θεόδωρος καὶ Μαλχίων καὶ Λούκιος, καὶ οἱ λοιποὶ πάντες οἶ σὺν ἡμῖν παροικοῦντες τὰς ἐγγὺς “πόλεις καὶ ἔθνη ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι καὶ αἱ ἐκκλησίαι τοῦ θεοῦ ἀγαπητοῖς “ἀδελφοῖς ἐν κυρίῳ χαίρειν.