Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

τηνικαῦτα δ᾿ οὖν εἰς μέγα δόξης προελθόντος αὐτοῦ, ὄνομά τε παρὰ τοῖς πανταχῆ πᾶσιν ἀνθρώποις καὶ κλέος ἀρετῆς καὶ σοφίας οὐ σμικρὸν κτησαμένου, μηδεμιᾶς ἄλλης εὐπορῶν ὁ Δημήτριος κατηγορίας, τῆς πάλαι ἐν παιδὶ γεγονυίας αὐτῷ πράξεως δεινὴν ποιεῖται διαβολὴν, συμπεριλαβεῖν τολμήσας ταῖς κατηγορίαις τοὺς ἐπὶ τὸ πρεσβυτέριον αὐτὸν προάξαντας.

ταῦτα μὲν οὖν μικρὸν ἐπράχθη ὕστερον. τότε γε μὴν ὁ Ὠριγένης ἐπὶ τῆς Ἀλεξανδρείας τὸ τῆς θείας διδασκαλίας ἔργον εἰς πάντας ἀφυλάκτως τοὺς προσιόντας νύκτωρ καὶ μεθ᾿ ἡμέραν ἐπετέλει, τοῖς θείοις ἀόκνως μαθήμασι καὶ τοῖς ὡς αὐτὸν φοιτῶσι τὴν πᾶσαν ἀνατιθεὶς σχολήν

ἐπὶ δέκα δὲ καὶ ὀκτὼ ἔτεσι τὴν ἀρχὴν ἐπικρατήσαντα Σεβῆρον Ἀντωνῖνος ὁ παῖς διαδέχεται. ἐν τούτῳ δὲ τῶν κατὰ τὸν διωγμὸν ἀνδρισαμένων καὶ μετὰ τοὺς ἐν ὁμολογίαις ἀγῶνας διὰ προνοίας θεοῦ πεφυλαγμένων εἷς τις ὢν ὁ Ἀλέξανδρος, ὃν ἀρτίως ἐπίσκοπον τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐδηλώσαμεν, οἷα ταῖς ὑπὲρ Χριστοῦ διαπρέψας ὁμολογίαις, τῆς δηλωθείσης ἐπισκοπῆς ἀξιοῦται, ἔτι Ναρκίσσου, ὃς ἦν αὐτοῦ πρότερος, περιόντος τῷ βίω.

v.4.p.251

[Nic. H. E. V, 9] Πόλλα μὲν οὑν καὶ ἄλλα παράδοξα οἶ τῆς παροικίας πολῖται ὡσὰν ἐκ παραδόσεως τῶν κατὰ διαδοχὴν ἀδελφῶν τοῦ Ναρκίσσου μνημονεύουσιν, ἐν οἶς καὶ τοιόνδε τι θαῦμα δι’ αὐτοῦ γεγονὸς ἱστοροῦσι.

κατὰ τὴν μεγάλην ποτὲ τοῦ πάσχα διανυκτέρευσιν τοὔλαιόν φασι τοῖς διακόνοις ἐπιλιπεῖν. ἐφ’ ᾧ τὸ πᾶν πλῆθος δεινῆς ἀθυμίας διαλαβούσης τὸν Νάρκισσον τοῖς τὰ φῶτα παρασκευάζουσιν ἐπιτάξαι ὕδωρ ἀνιμήσαντας ὡς αὐτὸν κομιεῖσθαι.

τούτου δὲ ἅμα λόγῳ πραχθέντος ἐπευξάμενον τῷ ὕδατι ἐγχέαι κατὰ τῶν λύχνων πίστει τῇ εἰς τὸν κύριον γνησίᾳ παρακελεύσασθαι. ποιησάντων δὲ καὶ τοῦτο παρὰ πάντα λόγον δυνάμει παραδόξῳ καὶ θείᾳ μεταβαλεῖν ἐξ ὕδατος εἰς ἐλαίου ποιότητα τὴν φύσιν, παρά τε πλείστοις τῶν αὐτόθι ἀδελφῶν ἐπὶ μήκιστον ἐξ ἐκείνου καὶ εἰς ἡμᾶς βραχύ τι δεῖγμα τοῦ τότε θαύματος φυλαχθῆναι.

ἄλλα τε πλεῖστα περὶ τοῦ βίου τοῦδε τοῦ ἀνδρὸς μνήμης ἄξια καταλέγουσιν, ἐν οἷς καὶ τοιόνδε τι. τὸ εὔτονον αὐτοῦ καὶ στερρὸν τοῦ βίου φαῦλοί τινες ἀνθρωπίσκοι μὴ οἷοί τε φέρειν, δέει τοῦ μὴ δίκην ὑποσχεῖν ἁλόντας, διὰ τὸ μυρία κακὰ ἑαυτοῖς συνειδέναι, συσκευὴν κατ’ αὐτοῦ προλαβόντες συρράπτουσι, καί τινα δεινὴν καταχέουσιν αὐτοῦ διαβολήν.

εἶτα πιστούμενοι τοὺς ἀκροωμένους ὅρκοις ἐβεβαίουν τὰς κατηγορίας, καὶ ὁ μὲν ἦ μὴν ἀπόλοιτο πυρὶ ὤμνυεν, ὁ δὲ ἠ μὴν σκαιᾷ νόσῳ δαπανηθείη τὸ σῶμα, ὁ δὲ τρίτος ἧ μὴν τὰς ὁράσεις πηρωθείη. ἀλλ’ οὐδ’ οὕτως αὐτοῖς, καίπερ ὀμνύουσι, τῶν πιστῶν τις προσεῖχε τὸν νοῦν, διὰ τὴν εἰς πάντας λάμπουσαν ἐκ τοῦ παντὸς σωφροσύνην τε καὶ πανάρετον ἀγωγὴν τοῦ Ναρκίσσου.

αὐτός γε μὴν τὴν τῶν εἰρημένων μηδαμῶς

v.4.p.252
ὑπομένων μοχθηρίαν, καὶ ἄλλως ἐκ μακροῦ τὸν φιλόσοφον ἀσπαζόμενος βίον, διαδρὰς πᾶν τὸ τῆς ἐκκλησίας πλῆθος, ἐν ἐρημίαις καὶ ἀφανέσιν ἀγροῖς λανθάνων, πλείστοις ἔτεσι διέτριβεν.

ἀλλ’ οὐ καὶ ὁ τῆς δίκης μέγας ὀφθαλμὸς ἐπὶ τοῖς πεπραγμένοις ἠρέμει, μετῄει δὲ ὡς τάχιστα τοὺς ἀσεβεῖς αἷς καθ’ ἑαυτῶν ἐπιορκοῦντες κατεδήσαντο ἀραῖς. ὁ μὲν οὖν πρῶτος, ἐκ μηδεμιᾶς προφάσεως ἁπλῶς οὕτω σμικροῦ διαπεσόντος ἐφ’ ἧς κατέμενεν οἰκίας σπινθῆρος, νύκτωρ ὑφαφθείσης ἁπάσης, παγγενῆ καταφλέγεται. ὁ δὲ ἀθρόως τὸ σῶμα ἐξ ἄκρων ποδῶν ἐπὶ κεφαλὴν, ἧς αὐτὸς προσετίμησεν ἑαυτῷ, νόσου πίμπλαται.

ὁ δὲ τρίτος τὰς τῶν προτέρων συνιδὼν ἐκβάσεις, καὶ τοῦ πάντων ἐφόρου θεοῦ τρέσας τὴν ἀδιάδραστον δίκην, ὡμολόγει μὲν τοῖς πᾶσι τὰ κοινὴ σφίσιν αὐτοῖς ἐσκαιωρημένα, τοσαύταις δὲ κατετρύχετο μεταμελόμενος οἰμωγαῖς, δακρύων τε ἐς τοσοῦτον οὐκ ἀπέλιπεν, ἕως ἄμφω διεφθάρη τὰς ὄψεις. καὶ οἵδε μὲν τῆς ψευδολογίας τοιαύτας ἐπέσχον τιμωρίας.