Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. V, 10] Τοῦ δὲ Ναρκίσσου ἀνακεχωρηκότος, καὶ μηδαμῶς ὅπη ὢν τυγχάνοι γινωσκομένου, δόξαν τοῖς τῶν ὁμόρων ἐκκλησιῶν προεστῶσιν ἐφ’ ἑτέρου μετίασιν ἐπισκόπου χειροτονίαν. Δῖος τούτῳ ὄνομα ἦν· ὃν οὐ πολὺν προστάντα χρόνον Γερμανίων διαδέχεται καὶ τοῦτον Γόρδιος, καθ’ ὃν ὥσπερ ἐξ ἀναβιώσεως ἀναφανείς ποθεν ὁ Νάρκισσος αὖθις ὑπὸ τῶν ἀδελφῶν ἐπὶ τὴν προστασίαν παρακλεῖται, μειζόνως ἔτι μᾶλλον τῶν πάντων ἀγασθέντων αὐτὸν, τῆς τε ἀναχωρήσεως ἕνεκα καὶ τῆς φιλοσοφίας, καὶ ἐφ’ ἅπασι δι’ ἣν παρὰ τοῦ θεοῦ κατηξίωτο ἐκδίκησιν.

v.4.p.253

Καὶ δὴ μηκέθ’ οἵου τε ὄντος λειτουργεῖν διὰ λιπαρὸν γῆρας, τὸν εἰρημένον Ἀλέξανδρον, ἐπίσκοπον ἑτέρας ὑπάρχοντα παροικίας, οἰκονομία θεοῦ ἐπὶ τὴν ἅμα τῷ Ναρκίσσῳ λειτουργίαν ἐκάλει, κατὰ ἀποκάλυψιν νύκτωρ αὐτῷ δι’ ὁράματος φανεῖσαν.

ταύτῃ δ’ οὖν ὡς κατά τι θεοπρόπιον ἐκ τῆς Καππαδοκῶν γῆς, ἔνθα τὸ πρῶτον τῆς ἐπισκοπῆς ἠξίωτο, τὴν πορείαν ἐπὶ τὰ Ἱεροσόλυμα εὐχῆς καὶ τῶν τόπων ἱστορίας ἕνεκεν πεποιημένον φιλοφρονέστατα οἱ τῇδε ὑπολαβόντες οὐκέτ’ οἴκαδε παλινοστεῖν αὐτῷ ἐπιτρέπουσι, καθ’ ἑτέραν ἀποκάλυψιν καὶ αὐτοῖς νύκτωρ ὀφθεῖσαν, μίαν τε φωνὴν σαφεστάτην τοῖς μάλιστα αὐτῶν σπουδαίοις χρήσασαν· ἐδήλου γὰρ προελθόντας ἔξω πυλῶν τὸν ἐκ θεοῦ προωρισμένον αὐτοῖς ἐπίσκοπον ὑποδέξασθαι. τοῦτο δὲ πράξαντες μετὰ κοινῆς τῶν ἐπισκόπων, οἱ τὰς πέριξ διεῖπον ἐκκλησίας, γνώμης ἐπάναγκες αὐτὸν παραμένειν βιάζονται.

μνημονεύει γέ τοι καὶ αὐτὸς ὁ Ἀλέξανδρος ἐν ἰδίαις ἐπιστολαῖς ταῖς πρὸς Ἀντινοείτας εἰσέτι νῦν παρ’ ἡμῖν σωζομέναις τῆς Ναρκίσσου σὺν αὐτῷ προεδρίας, ταῦτα κατὰ λέξιν ἐπὶ τέλει γράφων τῆς ἐπιστολῆς ἀσπάζεται ὑμᾶς Νάρκισσος, ὁ πρὸ ἐμοῦ διέπων τὸν τόπον τῆς ἐπισκοπῆς τὸν ἐνθάδε, καὶ νῦν συνεξεταζόμενός μοι διὰ τῶν εὐχῶν, ἑκατὸν δεκαὲξ ἔτη ἠνυκὼς, παρακαλῶν ὑμᾶς ὁμοίως ἐμοὶ ὁμοφρονῆσαι

καὶ ταῦτα μὲν οὕτως εἶχε. τῆς δὲ κατ’ Ἀντιόχειαν ἐκκλησίας Σαραπίωνος ἀναπαυσαμένου τὴν ἐπισκοπήν διαδέχεται Ἀσκληπιάδης, ἐν ταῖς κατὰ τὸν διωγμὸν ὁμολογίαις διαπρέψας καὶ αὐτός.

μέμνηται καὶ τῆς τούτου καταστάσεως Ἀλέξανδρος, Ἀντιοχεῦσι γράφων ὧδε “Ἀλέξανδρος, δοῦλος καὶ δέσμιος “Ἰησοῦ Χριστοῦ, τῇ μακαρίᾳ ἐκκλησίᾳ Ἀντιοχέων ἐν

v.4.p.254
“κυρίῳ χαίρειν. ἐλαφρά μοι καὶ κοῦφα τὰ δεσμὰ ὁ “κύριος ἐποίησε κατὰ τὸν καιρὸν τῆς εἱρκτῆς, πυθο- “μένῳ μοι τῆς ἁγίας ὑμῶν τῶν Ἀντιοχέων ἐκκλησίας “κατὰ τὴν θείαν πρόνοιαν Ἀσκληπιάδην τὸν ἐπιτη- “δειότατον κατ᾿ ἀξίαν τὴν πίστιν τῆς ἐπισκοπῆς ἐγκε- “χειρισμένον.”

ταύτην δὲ τὴν ἐπιστολὴν σημαίνει διὰ Κλήμεντος ἀπεσταλκέναι, πρὸς τῷ τέλει τοῦτον γράφων τὸν τρόπον “ταῦτα δὲ ὑμῖν, κύριοί μου ἀδελ- “φοὶ, τὰ γράμματα ἀπέστειλα διὰ Κλήμεντος τοῦ “μακαρίου πρεσβυτέρου, ἀνδρὸς ἐναρέτου καὶ δοκί- “μου, ὃν ἴστε καὶ ὑμεῖς καὶ ἐπιγνώσεσθε, ὃς καὶ ἐν- “θάδε παρὼν κατὰ τὴν πρόνοιαν καὶ ἐπισκοπὴν τοῦ “δεσπότου ἐπεστήριξέ τε καὶ ηὔξησε τὴν τοῦ κυρίον “ἐκκλησίαν.”

[Nic. H. E. V, 3] Τοῦ δὲ Σαραπίωνος τῆς περὶ λόγους ἀσκήσεως καὶ ἄλλα μὲν εἰκὸς σώζεσθαι παρ᾿ ἑτέροις ὑπομνήματα, εἰς ἡμᾶς δὲ μόνα κατῆλθε τὰ πρὸς Δομνῖνον, ἐκπεπτωκότα τινὰ παρὰ τὸν τοῦ διωγμοῦ καιρὸν ἀπὸ τῆς εἰς Χριστὸν πίστεως ἐπὶ τὴν Ἰουδαϊκὴν ἐκκλησιαστικοὺς καὶ τὰ πρὸς Πόντιον καὶ Καρικὸν, ἐκκλησιαστικοὺς ἄνδρας, καὶ ἄλλαι πρὸς ἑτέρους ἐπιστολαί·

ἕτερός τε συντεταγμένος αὐτῷ λόγος περὶ τοῦ λεγομένου κατὰ Πέτρον εὐαγγελίου, ὃν πεποίηται ἀπελέγχων τὰ ψευδῶς ἐν αὐτῷ εἰρημένα, διά τινας ἐν τῇ κατὰ ῾Ρωσσὸν παροικίᾳ προφάσει τῆς εἰρημένης γραφῆς εἰς ἑτεροδόξους διδασκαλίας ἀποκείλαντας. ἀφ᾿ ἧς εὔλογον βραχείας παραθέσθαι λέξεις, δι᾿ ὧν ἣν εἶχε περὶ τοῦ βιβλίου γνώμην προτίθησιν οὕτω γράφων

“ἡμεῖς γὰρ, ἀδελφοὶ, καὶ “Πέτρον καὶ τοὺς ἄλλους ἀποστόλους ἀποδεχόμεθα “ὡς Χριστὸν, τὰ δὲ ὀνόματι αὐτῶν ψευδεπίγραφα ὡς “ἔμπειροι παραιτούμεθα, γινώσκοντες ὅτι τὰ τοιαῦτα

v.4.p.255
“οὐ παρελάβομεν.

ἐγὼ γὰρ γενόμενος παρ’ ὑμῖν ‘ὑπενόουν τοὺς πάντας ὀρθῇ πίστει προσφέρεσθαι, καὶ μὴ διελθὼν τὸ ὑπ’ αὐτῶν προφερόμενον ὀνό- “ματι Πέτρου εὐαγγέλιον εἶπον ὅτι, εἰ τοῦτό ἐστι “μόνον τὸ δοκοῦν ὑμῖν παρέχειν μικροψυχίαν, ἀναγινωσκέσθω. νῦν δὲ μαθὼν ὅτι αἱρέσει τινὶ ὁ νοῦς “αὐτῶν ἐνεφώλευεν ἐκ τῶν λεχθέντων μοι, σπουδάσω πάλιν γενέσθαι πρὸς ὑμᾶς, ὥστε, ἀδελφοὶ, “προσδοκᾶτέ με ἐν τάχει.