Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

πολλοὶ δὲ οἶ κατ’ αὐτὸ τὸ “Ἀραβικὸν ὄρος ἐξανδραποδισθέντες ὑπὸ “Σαρακηνῶν, οἱ μὲν μόλις ἐπὶ πολλοῖς χρήμασιν “ἐλυτρώθησαν, οἶ δὲ μέχρι καὶ νῦν οὐδέπω. καὶ ταῦτα διεξῆλθον οὐ μάτην, ἀδελφὲ, ἀλλ’ ἔνα εἰδῇς “ὅσα καὶ ἡλίκα δεινὰ παρ’ ἡμῖν συνέβη· ὧν οἶ μᾶλλον πεπειραμένοι πλείονα ἂν εἰδεῖεν.’

εἶτα τούτοις ἐπιφέρει μετὰ βραχέα λέγων ‘αὐτοὶ τοίνυν οἶ “θεῖοι μάρτυρες παρ’ ἡμῖν, οἷ νῦν τοῦ “πάρεδροι καὶ τῆς βασιλείας αὐτοῦ κοινωνοὶ καὶ “μέτοχοι τῆς κρίσεως αὐτοῦ καὶ συνδικάζοντες αὐτῷ, “τῶν παραπεπτωκότων ἀδελφῶν τινὰς ὑπευθύνους “τοῖς τῶν θυσιῶν ἐγκλήμασι γενομένους προσελά- “βοντο, καὶ τὴν ἐπιστροφὴν καὶ μετάνοιαν αὐτῶν “ἰδόντες, δεκτήν τε γενέσθαι δυναμένην τῷ μὴ βου- “λομένῳ καθόλου τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς “τὴν μετάνοιαν δοκιμάσαντες, εἰσεδέξαντο καὶ συνή- “γαγον καὶ συνέστησαν, καὶ προσευχῶν αὐτοῖς καὶ “ἑστιάσεων ἐκοινώνησαν.

τί οὖν ἡμῖν, ἀδελφοὶ, “περὶ τούτων συμβουλεύετε; τί ἡμῖν πρακτέον; σύμ- “ψηφοι καὶ ὁμογνώμονες αὐτοῖς καταστῶμεν, καὶ κρίσιν αὐτῶν καὶ τὴν χάριν φυλάξωμεν, καὶ τοῖς ἐλεηθεῖσιν ὑπ’ αὐτῶν χρηστευσώμεθα, ἢ τὴν κρίσιν “αὐτῶν ἄδικον ποιησώμεθα, καὶ δοκιμαστὰς αὐτοὺς “τῆς ἐκείνων γνώμης ἐπιστήσωμεν, καὶ τὴν χρηστότητα λυπήσωμεν, καὶ τὴν τάξιν ἀνασκευάσωμεν; ταῦτα δὲ εἰκότως ὁ Διονύσιος παρατέθειται, τὸν περὶ

v.4.p.289
τῶν ἐξησθενηκότων κατὰ τὸν τοῦ διωγμοῦ καιρὸν ἀνακινῶν λόγον.