Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. V, 31] “ Ἄλλοι δὲ πλεῖστοι “κατὰ κόλεις καὶ κώμας ὑπὸ τῶν ἐθνῶν διεσπάσθη- “σαν, ὧν ἑνὸς παραδείγματος ἕνεκεν “μαι. Ἰσχυρίων ἐπετρόπευέ τινι τῶν ἀρχόντων μισθῷ. τοῦτον ὁ μισθοδότης ἐκέλευσε θῦσαι, μὴ πειθόμενον ὕβριζεν, ἐμμένοντα προεπηλάκιζεν· ὑφι- “σταμένου, βακτηρίαν μεγίστην λαβὼν, διὰ τῶν ἐν- ‘τέρων καὶ τῶν σπλάγχνων διώσας ἀπέκτεινε.
τί δεῖ λέγειν τὸ πλῆθος τῶν ἐν ἐρημίαις καὶ ὄρεσι “ πλανηθέντων, ὑπὸ λιμοῦ καὶ δίψης καὶ κρύους καὶ ‘νόσων καὶ λῃστῶν καὶ θηρίων διεφθαρμένων; ὧν “οἱ περιγενόμενοι τῆς ἐκείνων εἰσὶν ἐκλογῆς καὶ “νίκης μάρτυρες. ἓν δὲ καὶ τούτων εἰς δήλωσιν
Χαιρήμων ἦν ὑπεργήρως “τῆς Νείλου καλουμένης ἐπίσκοπος πόλεως. “εἰς τὸ Ἀράβιον ὄρος ἅμα τῇ συμβίῳ ἑαυτοῦ φυγὼν “οὐκ ἐπανελήλυθεν, οὐδὲ ἐδυνήθησαν ἰδεῖν οὐκέτι “καίτοι πολλὰ διερευνησάμενοι οἷ ἀδελφοὶ οὔτε αὐτοὺς οὔτε τὰ σώματα.