Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
καὶ τρίτον τὸ κατὰ Λουκᾶν, τὸ ὑπὸ Παῦλον ‘ἐπαινούμενον εὐαγγέλιον, τοῖς ἀπὸ τῶν ἐθνῶν πε- ‘ποιηκότα· ἐπὶ πᾶσι τὸ κατὰ Ἰωάννην.”
καὶ ἐν τῷ πέμπτῳ δὲ τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν ὁ αὐτὸς ταῦτα περὶ τῶν ἐπιστολῶν τῶν ἀποστόλων φησίν· “ὁ δὲ ἱκανωθεὶς διάκονος γεγενῆσθαι “διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος, “ Παῦλος, ὁ πεπληρωκὼς τὸ εὐαγγέλιον ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, οὐδὲ πάσαις [*](10 Origenes vol. III p. 440 Del. (III p. 1 Lomm.). 19 1 Petr. 5, 13. 26 Origenes Comm. ed. Huet. vol. II p. 88 (I p. 165 Lomm.). 27 2 Cor. 3, 6. 28 Rom. 15, 19.)
Πέτρος δὲ, “ᾧ οἰκοδομεῖται ἡ Χριστοῦ ἐκκλησία, οὐ κατισχύσουσι, μίαν ἐπιστολὴν ὁμολογουμένην “καταλέλοιπεν, ἔστω δὲ καὶ δευτέραν· ἀμφιβάλλεται “γάρ.
τί δεῖ περὶ τοῦ ἀναπεσόντος ἐπὶ τὸ “λέγειν τοῦ Ἰησοῦ, Ἰωάννου, ὃς εὐαγγέλιον ἓν κατα- ‘λέλοιπεν, ὁμολογῶν δύνασθαι τοσαῦτα ποιήσειν ἃ “οὐδὲ ὁ κόσμος χωρῆσαι ἐδύνατο; ἔγραψε δὲ καὶ τὴν “Αποκάλυψιν, κελευσθεὶς σιωπῆσαι καὶ μὴ γράψαι “τὰς τῶν ἑπτὰ βροντῶν φωνάς.