Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

εἶτα μετά τινα ἐπιφέρει λέγων “εἰσὶ δὲ “αἱ εἴκοσι δύο βίβλοι καθ’ Ἑβραίους αἵδε· ἡ ἡμῖν Γένεσις ἐπιγεγραμμένη, παρ’ Ἑβραίοις δὲ ἀπὸ “τῆς ἀρχῆς τῆς βίβλου Βρησὶδ, ὅπερ ἐστὶν, ἐν “Ἔξοδος, Οὐελεσμὼθ, ὅπερ ἐστὶ, ταῦτα τὰ ‘Λευιτικὸν, Οὐϊκρὰ, καὶ ἐκάλεσεν· Ἀριθμοὶ, Ἀμμε- “ σφεκωδείμ· Δευτερονόμιον, Ἐλεαδδεβαρεὶμ, οὗτοι “οἱ λόγοι· Ἰησοῦς υἱὸς Ναυῆ, Ἰωσοῦε βὲν “ Κριταὶ, Ῥοὺθ, παρ’ αὐτοῖς ἐν ἐνὶ, Σαφατείμ Βασι- ῾ λειῶν πρώτη, δευτέρα, παρ’ αὐτοῖς ἓν, Σαμουὴλ, “ὁ θεόκλητος· Βασιλειῶν τρίτη, τετάρτη, ἐν ἐνὶ “Οὐαμὲλχ Δαβὶδ, ὅπερ ἐστὶ βασιλεία Δαβίδ· Παρα- “λειπομένων πρώτη, δευτέρα, ἐν ἐνὶ Δαβρηϊαμεὶν, ὅπερ ἐστὶ λόγοι ἡμερῶν· Ἔσδρας πρῶτος, δεύτερος, “ἐν ἑνὶ Ἔζρᾶ, ὅ ἐστι βοηθός· βίβλος Ψαλμῶν, “ θελλείμ· Σολομῶνος παροιμίαι, Μελώθ· Ἐκκλη- [*](12 Origenes vol. II p. 528 Del. (XI p. 377 Lomm.).)

v.4.p.270
“σιαστὴς, Κωέλθ· Ἀισμα Ἀισμάτων, Σὶρ Ἀσσιρίμ· “Ἡσαΐας, Ἰεσσία· Ἱερεμίας σὺν Θρήνοις καὶ τῇ ἐπι- “στολῇ ἐν ἐνὶ, Ἱερεμία· Δανιὴλ, Δανιήλ· “ Ἰεζεκιήλ· Ἰὼβ, Ἰὼβ· Ἐσθὴρ, Ἐσθήρ. ἔξω δὲ τού- “των ἐστὶ τὰ Μακκαβαϊκὰ, ἅπερ ἐπιγέγραπται Σαρ- “βὴθ Σαβαναιέλ.”

ταῦτα μὲν οὖν ἐν τῷ προειρημένῳ τίθησι συγγράμματι· ἐν δὲ τῷ πρώτῳ τῶν εἰς τὸ κατὰ Ματθαῖον, τὸν ἐκκλησιαστικὸν φυλάττων κανόνα, μόνα τέσσαρα εἰδέναι εὐαγγέλια μαρτύρεται, ὧδέ πως γράφων

“ ὡς ἐν παραδόσει μαθὼν περὶ “τῶν τεσσάρων εὐαγγελίων, ἃ καὶ μόνα ἀναντίρρητά “ἐστιν ἐν τῇ ὑπὸ τὸν οὐρανὸν ἐκκλησίᾳ τοῦ θεοῦ, “ὅτι πρῶτον μὲν γέγραπται τὸ κατὰ τόν ποτε ῾νην, ὕστερον δὲ ἀπόστολον Ἰησοῦ Χριστοῦ Ματ- “θαῖον, ἐκδεδωκότα αὐτὸ τοῖς ἀπὸ Ἰουδαϊσμοῦ πι- “στεύσασι, γράμμασιν Ἑβραϊκοῖς συντεταγμένον· “

δεύτερον δὲ τὸ κατὰ Μάρκον, ὡς Πέτρος “σατο αὐτῷ, ποιήσαντα, ὃν καὶ υἱὸν ἐν τῇ “ἐπιστολῇ διὰ τούτων ὡμολόγησε φάσκων ἀσπάζεται “ ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος ὁ υἱός “ μου᾿.