Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καὶ ὅτι τοῦτο μὴ καταψευδό- “μενος αὐτῶν λέγω ὁ βούλομενος δύναται μαθεῖν. “εἰ γάρ τις θελήσει συγκομίσας αὐτῶν ἑκάστου τὰ “ἀντίγραφα ἐξετάζειν πρὸς ἄλληλα, κατὰ πολὺ ἂν

v.4.p.239
“εὕροι διαφωνοῦντα. ἀσύμφωνα γοῦν ἔσται τὰ Ασκλη- ‘πιάδου τοῖς Θεοδότου.

πολλῶν δὲ ἔστιν εὐπο- “ρῆσαι, διὰ τὸ φιλοτίμως ἐγγεγράφθαι τοὺς μαθητὰς “αὐτῶν τὰ ὑφ’ ἑκάστου αὐτῶν, ὡς αὐτοὶ καλοῦσι, ‘κατωρθωμένα, τουτ’ έστιν ἠφανισμένα. πάλιν δὲ τούτοις τὰ Ἑρμοφίλου οὐ συνᾴδει. τὰ γὰρ Ἀπολλωνί- ‘δου οὐδὲ αὐτὰ ἑαυτοῖς ἐστι σύμφωνα. ἔνεστι συγκρῖναι τὰ πρότερον ὑπ’ αὐτῶν κατασκευασθέντα “τοῖς ὕστερον πάλιν ἐπιδιαστραφεῖσι, καὶ εὑρεῖν “πολὺ ἀπᾴδοντα.

ὅσης δὲ τόλμης ἐστὶ τοῦτο τὸ “ἁμάρτημα, εἰκὸς μηδὲ ἐκείνους ἀγνοεῖν. ἢ γὰρ πιστεύουσιν ἁγίῳ πνεύματι λελέχθαι τὰς θείας γραφὰς, καί εἰσιν ἄπιοτοι, ἢ ἑαυτοὺς ἡγοῦνται σοφω- “τέρους τοῦ ἁγίου πνεύματος ὑπάρχειν, καὶ τί ἕτερον ‘ἢ δαιμονῶσιν. οὐδὲ γὰρ ἀρνήσασθαι δύνανται ἑαυτῶν εἶναι τὸ τόλμημα, ὁπόταν καὶ τῇ αὐτῶν χειρὶ “ᾖ γεγραμμένα, καὶ παρ’ ὧν κατηχήθησαν, μὴ παρέλαβον τὰς γραφὰς, καὶ δεῖξαι ἀντίγραφα, “ὅθεν αὐτὰ μετεγράψαντο, μὴ ἔχωσιν.

ἔνιοι δὲ “αὐτῶν οὐδὲ παραχαράσσειν ἠξίωσαν αὐτὰς, ἀλλ’ “ ἁπλῶς ἀρνησάμενοι τόν τε νόμον καὶ τοὺς προφή- “τὰς, ἀνόμου καὶ ἀθέου διδασκαλίας προφάσει χάρι- ‘τος εἰς ἔσχατον ἀπωλείας ὄλεθρον κατωλίσθησαν. καὶ ταῦτα μὲν τοῦτον ἱστορήσθω τὸν τρόπον.

[Nic. H. E. V, 2] Ὡς δὲ καὶ Σεβῆρος διωγμὸν κατὰ τῶν ἐκκλησιῶν ἐκίνει, λαμπρὰ μὲν τῶν ὑπὲρ εὐσεβείας ἀθλητῶν κατὰ πάντα τόπον ἀπετελεῖτο μαρτύρια, μάλιστα δ’ ἐπλήθυεν ἐπ’ Ἀλεξανδρείας, τῶν ἀπ’ Αἰγύπτου καὶ Θηβαίδος ἁπάσης ἀριστίνδην

v.4.p.240
αὐτόθι ὥσπερ ἐπὶ μέγιστον ἀθλητῶν θεοῦ παραπεμπομένων στάδιον, διὰ καρτερικωτάτης τε ποικίλων βασάνων καὶ θανάτου τρόπων ὑπομονῆς τοὺς παρὰ θεῷ στεφάνους ἀναδουμένων. ἐν οἷς καὶ Λεωνίδης ὁ λεγόμενος Ὠριγένους πατὴρ τὴν κεφαλὴν ἀποτμηθεὶς νέον κομιδῆ καταλείπει τὸν παῖδα, ὃς δὴ ὁποίας ἐξ ἐκείνου περὶ τὸν θεῖον λόγον προαιρέσεως ἦν, οὐκ ἄκαιρον διὰ βραχέων διελθεῖν, τῷ μάλιστα πολὺν εἶναι παρὰ τοῖς πολλοῖς τὸν περὶ αὐτοῦ βεβοημένον λόγον.

[Nic. H. E. V, 3] Πολλὰ μὲν οὖν ἄν τις εἴποι, τὸν βίον τοῦ ἀνδρὸς ἐν σχολῇ παραδοῦναι διὰ γραφῆς πειρώμενος, δέοιτο δ᾿ ἂν καὶ ἰδίας ὑποθέσεως ἡ περὶ αὐτοῦ σύνταξις. ὅμως δ᾿ ἡμεῖς ἐπὶ τοῦ παρόντος ἐπιτεμνόμενοι τὰ πλεῖστα διὰ βραχέων ὡς οἷόν τε ὀλίγα ἄττα τῶν περὶ αὐτὸν διελευσόμεθα, ἔκ τινων ἐπιστολῶν καὶ ἱστορίας τῶν καὶ εἰς ἡμᾶς τῷ βίῳ πεφυλαγμένων αὐτοῦ γνωρίμων τὰ δηλούμενα φέροντες.

Ὠριγἐνους καὶ τὰ ἐξ αὐτῶν ὡς εἰπεῖν σπαργάνων ἀξιομνημόνευτά μοι εἶναι δοκεῖ. δέκατον μὲν γὰρ ἐπεῖχε Σεβῆρος τῆς βασιλείας ἔτος, ἡγεῖτο δὲ Ἀλεξανδρείας καὶ τῆς λοιπῆς Αἰγύπτου Λαῖτος, τῶν δὲ αὐτόθι παροικιῶν τὴν ἐπισκοπὴν νεωστὶ τότε μετὰ Ἰουλιανὸν Δημήτριος ὑπειλήφει.

εἰς μέγα δὴ οὖν τῆς τοῦ διωγμοῦ πυρκαϊᾶς ἁφθείσης, καὶ μυρίων ὅσων τοῖς κατὰ τὸ μαρτύριον ἀναδουμένων στεφάνοις, ἔρως τοσοῦτος μαρτυρίου τὴν Ὠριγένους ἔτι κομιδῆ παιδὸς ὑπάρχοντος κατεῖχε ψυχὴν, ὡς ὁμόσε τοῖς κινδύνοις χωρεῖν, προπηδᾶν τε καὶ ὁρμᾶν ἐπὶ τὸν ἀγῶνα προθύμως ἔχειν.

ἤδη γέ τοι μικρὸν ὅσον αὐτῷ καὶ τὰ τῆς ἀπὸ τοῦ βίου ἀπαλλαγῆς οὐ πόρρω καθίστατο, μὴ οὐχὶ τῆς θείας καὶ οὐρανίου

v.4.p.241
προνοίας εἰς τὴν πλείστων ὠφέλειαν διὰ τῆς αὐτοῦ μητρὸς ἐμποδὼν αὐτῷ τῆς προθυμίας ἐνστάσης.

αὕτη γοῦν τὰ μὲν πρῶτα λόγοις ἱκετεύουσα τῆς περὶ αὐτὸν μητρικῆς διαθέσεως φειδὼ λαβεῖν παρεκάλει, σφοδρότερον δ’ ἐπιτείναντα θεασαμένη, ὅτε γνοὺς ἁλόντα τὸν πατέρα δεσμωτηρίῳ φυλάττεσθαι, ὅλος ἐγίνετο τῆς περὶ τὸ μαρτύριον ὁρμῆς, τὴν πᾶσαν αὐτοῦ ἀποκρυψαμένη ἐσθῆτα οἴκοι μένειν ἀνάγκην ἐπῆγεν.

ὁ δὲ, ὡς οὐδὲν ἄλλο πράττειν αὐτῷ παρῆν, τῆς προθυμίας ὑπὲρ τὴν ἡλικίαν ἐπιτεινομένης, οὐχ οἶός τε ὢν ἠρεμεῖν, διαπέμπεται τῷ πατρὶ προτρεπτικωτάτην περὶ μαρτυρίου συντάξας ἐπιστολὴν, ἐν ᾗ κατὰ λέξιν αὐτῷ παραινεῖ “ἔπεχε, μὴ δι’ ἡμᾶς “ἄλλο τι φρονήσῃς”. τοῦτο πρῶτον τῆς Ὠριγἐνους παιδικῆς ἀγχινοίας καὶ περὶ τὴν θεοσέβειαν γνησιωτάτης διαθέσεως ἀνάγραπτον ἔστω τεκμήριον.

καὶ γὰρ ἤδη καὶ τῶν τῆς πίστεως λόγων οὐ σμικρὰς ἀφορμὰς καταβέβλητο, ταῖς θείαις γραφαῖς ἐξέτι παιδὸς ἐνησκημένος. οὐ μετρίως γοῦν καὶ περὶ ταῦτα πεπόνητο, τοῦ πατρὸς αὐτῷ πρὸς τῇ τῶν ἐγκυκλίων παιδείᾳ καὶ τούτων οὐ κατὰ πάρεργον τὴν φροντίδα πεποιημένου.

ἐξ ἅπαντος γοῦν αὐτὸν, πρὸ τῆς τῶν Ἑλληνικῶν μαθημάτων μελέτης, ἐνῆγε τοῖς ἱεροῖς ἐνασκεῖσθαι παιδεύμασιν, ἐκμαθήσεις καὶ ἀπαγγελίας ἡμέρας ἑκάστης αὐτὸν εἰσπραττόμενος.

οὐκ ἀπροαιρέτως δὲ ταῦτα ἐγίνετο τῷ παιδὶ, ἀλλὰ καὶ ἄγαν προθυμότατα περὶ ταῦτα πονοῦντι, ὡς μηδ’ ἐξαρκεῖν αὐτῷ τὰς ἁπλᾶς καὶ προχείρους τῶν ἱερῶν λόγων ἐντεύξεις, ζητεῖν δέ τι πλέον καὶ βαθυτέρας ἤδη ἐξ ἐκείνου πολυπραγμονεῖν θεωρίας, ὥστε καὶ πράγματα παρέχειν τῷ πατρὶ τί ἄρα ἐθέλοι δηλοῦν τὸ τῆς θεοπνεύστου γραφῆς ἀναπυνθανόμενος βού-

v.4.p.242
λῆμα.

ἐκεῖνος δὲ τῷ μὲν δοκεῖν εἰς πρόσωποι ἐπέπληττεν αὐτῷ, μηδὲν ὑπὲρ ἡλικίαν μηδὲ τῆς πρὸ φανοὺς διανοίας περαιτέρω τι ζητεῖν παραινῶν, ἰδίως δὲ παρ’ ἑαυτῷ τὰ μεγάλα γεγηθὼς τὴν μεγίστη ὡμολόγει τῷ πάντων ἀγαθῶν αἰτίῳ θεῷ χάριν, ὅτι δὴ αὐτὸν τοιούτου πατέρα γενέσθαι παιδὸς ἠξίωσεν.

ἐπιστάντα δὲ ἤδη πολλάκις καθεύδοντι τῷ παιδὶ γυμνῶσαι μὲν αὐτοῦ τὰ στέρνα φασὶν, ὥσπερ δὲ θεῖο πνεύματος ἔνδον ἐν αὐτοῖς ἀφιερωμένου, φιλῆσαί τ’ σεβασμίως καὶ τῆς εὐτεκνίας μακάριον ἑαυτὸν ἡγήσασθαι. ταῦτα καὶ ἕτερα τούτοις συγγενῆ περὶ παῖδ’ ὄντα τὸν Ὠριγένην γενέσθαι μνημονεύουσιν.

ὡς δὲ ἤδη αὐτῷ ὁ πατὴρ μαρτυρίῳ τετελείωτο, ἔρημος ἅμα μητρὶ καὶ βραχυτέροις ἀδελφοῖς τὸν ἀριθμὸν ἕξ, ἑπτακαιδέκατον οὐ πλῆρες ἰτὸς ἄγων, καταλείπεται.

τῆς γε μὴν τοῦ πατρὸς περιουσίας τοῖς βασιλικοῖς ταμιείοις ἀναληφθείσης, ἐν σπάνει τῶν κατὰ τὸν βίον χρειῶν σὺν τοῖς προσήκουσι καταστὰς, οἰκονομίας τῆς ἐκ θεοῦ καταξιοῦται, καὶ τυγχάνει δεξιώσεως ὁμοῦ καὶ ἀναπαύσεως παρά τινι πλουσιωτάτῃ μὲν τὸν βίον καὶ τὰ ἄλλα περιφανεστάτῃ γυναικὶ, διαβόητόν γε μὴν ἄνδρα περιεπούσῃ τῶν τότε ἐπὶ τῆς Ἀλεξανδρείας αἱρεσιωτῶν· τὸ γένος ἦν οὗτος Ἀντιοχεὺς, θετὸν δὲ αὐτὸν υἱὸν εἶχέ τε σὺν ἑαυτῇ καὶ ἐν τοἴς μάλιστα περιεῖπεν ἡ δεδηλωμένη.