Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 36] Οἵ γε μὴν ἐπὶ Παλαιστίνης, οὓς ἀρτίως διεληλύθαμεν, ὅ τε Νάρκισσος καὶ Θεόφιλος, καὶ σὺν αὐτοῖς Κάσσιος τῆς κατὰ Τύρον ἐκκλησίας ἐπίσκοπος, καὶ Κλάρος τῆς ἐν Πτολεμαΐδι, οἵ τε μετὰ τούτων συνεληλυθότες περὶ τῆς κατελθούσης εἰς αὐτοὺς ἐκ διαδοχῆς τῶν ἀποστόλων περὶ τοῦ πάσχα παραδόσεως πλεῖστα διειληφότες, κατὰ τὸ τέλος τῆς γραφὴς αὐτοῖς ῥήμασιν ἐπιλέγουσι ταῦτα “τῆς δ᾿ ἐπιστολῆς ἡμῶν πειράθητε κατὰ πᾶσαν “ἐκκλησίαν ἀντίγραφα διαπέμψασθαι, ὅπως μὴ ἔνοχοι “ὦμεν τοῖς ῥᾳδίως πλανῶσιν ἑαυτῶν τὰς ψυχάς. δη- “λοῦμεν δὲ ὑμῖν ὅτι τῇ αὐτῇ ἡμέρᾳ καὶ ἐν Ἀλεξαν- “δρείᾳ ἄγουσιν, ᾗπερ καὶ ἡμεῖς. παρ᾿ ἡμῶν γὰρ τὰ “γράμματα κομίζεται αὐτοῖς καὶ ἡμῖν παρ᾿ αὐτῶν, “ὥστε συμφώνως καὶ ὁμοῦ ἄγειν ἡμᾶς τὴν ἁγίαν “ἡμέραν.”

Ἀλλὰ γὰρ πρὸς τοῖς ἀποδοθεῖσιν Εἰρηναίου συγγράμμασι καὶ ταῖς ἐπιστολαῖς φέρεταί τις αὐτοῦ ἀναγκαιότατος, λόγος συντομώτατος καὶ τὰ μάλιστα ἀναγκαιότατος, περὶ ἐπιστήμης ἐπιγεγραμμένος· καὶ ἄλλος ὃν ἀνατέθεικεν ἀδελφῷ, Μαρκιανῷ τοὔνομα, εἰς ἐπίδειξεν τοῦ ἀποστολικοῦ κηρύγματος· καὶ βιβλίον τι διαλέξεων διαφόρων, ἐν ᾧ τῆς πρὸς Ἑβραίους ἐπιστολῆς καὶ τῆς λεγομένης Σοφίας Σολομῶνος μνημονεύει, ῥητά τινα ἐξ αὐτῶν παραθέμε-

v.4.p.235
νος. καὶ τὰ μὲν εἰς ἡμετέραν ἐλθόντα γνῶσιν τῶν Εἰρηναίου τοσαῦτα. Κομόδου δὲ τὴν ἀρχὴν ἐπὶ δέκα καὶ τρισὶν ἔτεσι καταλύσαντος αὐτοκράτωρ Σεβῆρος οὐδ᾿ ὅλοις μησὶν ἓξ μετὰ τὴν Κομόδου τελευτὴν Περτίνακος διαγενομένου κρατεῖ.

[Nic. H. E. IV, 35] Πλεῖστα μὲν οὖν παρὰ πολλοῖς εἰσέτι νῦν τῶν τότε σώζεται παλαιῶν καὶ ἐκκλησιαστικῶν ἀνδρῶν ἐναρέτου σπουδῆς ὑπομνήματα· ὧν γε μὴν αὐτοὶ διέγνωμεν, εἴη ἂν τὰ Ἡρακλείτου εἰς τὸν ἀπόστολον, καὶ τὰ Μαξίμου περὶ τοῦ πολυθρυλήτου παρὰ τοῖς αἱρεσιώταις ζητήματος, τοῦ πόθεν ἡ κακία, καὶ περὶ τοῦ γενητὴν ὑπάρχειν τὴν ὕλην· τά τε Κανδίδου εἰς τὴν ἑξαήμερον, καὶ Ἀπίωνος εἰς τὴν αὐτὴν ὑπόθεσιν· ὁμοίως Σέξτου περὶ ἀναστάσεως, καὶ ἄλλη τις ὑπόθεσις Ἀραβιανοῦ, καὶ μυρίων ἄλλων, ὧν διὰ τὸ μηδεμίαν ἔχειν ἀφορμὴν οὐχ οἷόν τε οὔτε τοὺς χρόνους παραδοῦναι γραφῇ οὔθ᾿ ἱστορίας μνήμην ὑποσημήνασθαι. καὶ ἄλλων δὲ πλείστων, ὧν οὐδὲ τὰς προσηγορίας καταλέγειν ἡμῖν δυνατὸν, ἦλθον εἰς ἡμᾶς λόγοι ὀρθοδόξων μὲν καὶ ἐκκλησιαστικῶν, ὥς γε δὴ ἡ ἑκάστου παραδείκνυσι τῆς θείας γραφῆς ἑρμηνεία, ἀδήλων δὲ ὅμως ἡμῖν, ὅτι μὴ τὴν προσηγορίαν ἐπάγεται τῶν συγγραψαμένων.

[Nic. H. E. IV, 21] Τούτων ἔν τινος σπουδάσματι μετὰ τῆς Ἀρτέμωνος αἱρέσεως πεπονημένῳ, ἣν αὖθις ὁ ἐκ Σαμοσάτων Παῦλος ὁ καθ᾿ ἡμᾶς ἀνανεώσασθαι πεπείραται, φέρεταί τις διήγησις, ταῖς ἐξεταζομέναις ἡμῖν προσήκουσα ἱστορίαις.

τὴν γάρ τοι δεληλωμἐνην αἵρεσιν, ψιλὸν ἄνθρωπον γενέσθαι τὸν σωτῆρα φάσκουσαν, οὐ πρὸ πολλοῦ νεωτερισθεῖσαν διευθύνων, ἐπειδὴ σεμνύνειν αὐτὴν

v.4.p.236
ὡσὰν ἀρχαίαν οἱ ταύτης ἤθελον εἰσηγηταὶ, πολλὰ καὶ ἄλλα εἰς ἔλεγχον αὐτῶν τῆς βλασφήμου ψευδηγορίας παραθεὶς ὁ λόγος ταῦτα κατὰ λέξιν ἱστορεῖ

“φασὶ γὰρ τοὺς μὲν προτέρους ἅπαντας καὶ αὐτοὺς “τοὺς ἀποστόλους παρειληφέναι τε καὶ δεδιδαχέναι “ταῦτα, ἃ νῦν οὗτοι λέγουσι, καὶ τετηρῆσθαι τὴν “ἀλήθειαν τοῦ κηρύγματος μέχρι τῶν χρόνων τῶν “Βίκτορος, ὃς ἦν τρισκαιδέκατος ἀπὸ Πέτρου ἐν “῾Ρώμη ἐπίσκοπος, ἀπὸ δὲ τοῦ διαδόχου αὐτοῦ Ζε- “φυρίνου παρακεχαράχθαι τὴν ἀλήθειαν.

ἦν δ᾿ “ἂν τυχὸν πιθανὸν τὸ λεγόμενον, εἰ μὴ πρῶτον μὲν “ἀντέπιπτον αὐτοῖς αἱ θεῖαι γραφαί. καὶ ἀδελφῶν “δέ τινων ἐστὶ γράμματα πρεσβύτερα τῶν Βίκτορος “χρόνων, ἃ ἐκεῖνοι πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ἀληθείας “καὶ πρὸς τὰς τότε αἱρέσεις ἔγραψαν, λέγω δὲ Ἰου- “στίνου καὶ Μιλτιάδου καὶ Τατιανοῦ καὶ Κλήμεντος “καὶ ἑτέρων πλειόνων, ἐν οἷς ἅπασι θεολογεῖται ὁ “Χριστός.

τὰ γὰρ Εἰρηναίου τε καὶ Μελίτωνος “καὶ τῶν λοιπῶν τίς ἀγνοεῖ βιβλία, θεὸν καὶ ἄνθρω- “πον καταγγέλλοντα τὸν Χριστόν; ψαλμοὶ δὲ ὅσοι “καὶ ᾠδαὶ ἀδελφῶν ἀπ᾿ ἀρχῆς ὑπὸ πιστῶν γραφεῖσαι “τὸν λόγον τοῦ θεοῦ τὸν Χριστὸν ὑμνοῦσι θεολο- “γοῦντες.

πῶς οὖν ἐκ τοσούτων ἐτῶν καταγγελ- ’‘λομένου τοῦ ἐκκλησιαστικοῦ φρονήματος ἐνδέχεται “τοὺς μέχρι Βίκτορος οὕτως, ὡς οὗτοι λέγουσι, κεκη- “ρυχέναι; πῶς δὲ οὐκ αἰδοῦνται ταῦτα Βίκτορος “καταψεύδεσθαι, ἀκριβῶς εἰδότες ὅτι Βίκτωρ Θεό- “δοτον τὸν σκυτέα, τὸν ἀρχηγὸν καὶ πατέρα ταύτης “τῆς ἀρνησιθέου ἀποστασίας, ἀπεκήρυξε τῆς κοινω- “νίας, πρῶτον εἰπόντα ψιλὸν ἄνθρωπον τὸν Χριστόν; “εἰ γὰρ Βίκτωρ κατ᾿ αὐτοὺς οὕτως ἐφρόνει ὡς ἡ “τούτων διδάσκει βλασφημία, πῶς ἂν ἀπέβαλλε Θεό-

v.4.p.237
“δοτον τὸν τῆς αἱρέσεως ταύτης εὑρετήν;” καὶ τὰ μὲν κατὰ τὸν Βίκτορα τοιαῦτα.

τούτου δὲ ἔτεσι δέκα προστάντος τῆς λειτουργίας διάδοχος καθίσταται Ζεφυρῖνος, ἀμφὶ τὸ ἔνατον τῆς Σεβήρου βασιλείας ἔτος. προστίθησι δὲ ὁ τὸ προειρημένον συντάξας περὶ τοῦ κατάρξαντος τῆς δηλωθείσης αἱρέσεως βιβλίον καὶ ἄλλην κατὰ Ζεφυρῖνον γενομένην πρᾶξιν, ὧδέ πως αὐτοῖς ῥήμασι γράφων

“ὑπομνήσω γοῦν “πολλοὺς τῶν ἀδελφῶν πρᾶγμα ἐφ᾿ ἡμῶν γενόμενον, “ὃ νομίζω ὅτι εἰ ἐν Σοδόμοις ἐγεγόνει, τυχὸν ἂν “κἀκείνους ἐνουθέτησε. Νατάλιος ἦν τις ὁμολογη- “τὴς, οὐ πάλαι, ἀλλ᾿ ἐπὶ τῶν ἡμετέρων γενόμενος “καιρῶν.

οὗτος ἠπατήθη ποτὲ ὑπὸ Ἀσκληπιοδότου “καὶ ἑτέρου Θεοδότου τινὸς τραπεζίτου. ἦσαν δὲ “οὗτοι ἄμφω Θεοδότου τοῦ σκυτέως μαθηταὶ, τοῦ “πρώτου ἐπὶ ταύτῃ τῇ φρονήσει, μᾶλλον δὲ ἀφρο- “σύνῃ, ἀφορισθέντος τῆς κοινωνίας ὑπὸ Βίκτορος, “ὡς ἔφην, τοῦ τότε ἐπισκόπου.

ἀνεπείσθη δὲ ὁ “Νατάλιος ὑπ᾿ αὐτῶν ἐπὶ σαλαρίῳ ἐπίσκοπος κλη- “ρωθῆναι ταύτης τῆς αἱρέσεως, ὥστε λαμβάνειν παρ᾿ “αὐτῶν μηνιαῖα δηνάρια ἑκατὸν πεντήκοντα.

γε- “νόμενος οὖν σὺν αὐτοῖς δι᾿ ὁραμάτων πολλάκις ἐνου- “θετεῖτο ὑπὸ τοῦ κυρίου. ὁ γὰρ εὔσπλαγχνος θεὸς “καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἐβούλετο ἔξω “ἐκκλησίας γενόμενον ἀπολέσθαι μάρτυρα τῶν ἰδίων “παθῶν.

ἐπεὶ δὲ ῥᾳθυμότερον τοῖς ὁράμασι “προσεῖχε, δελεαζόμενος τῇ τε παρ᾿ αὐτοῖς πρωτο- “καθεδρίᾳ καὶ τῇ πλείστους ἀπολλυούσῃ αἰσχροκερ- “δείᾳ, τελευταῖον ὑπὸ ἁγίων ἀγγέλων ἐμαστιγώθη, “δι᾿ ὅλης τῆς νυκτὸς οὐ σμικρῶς αἰκισθεὶς, ὥστε “ἕωθεν ἀναστῆναι, καὶ ἐνδυσάμενον σάκκον καὶ σπο- “δὸν καταπασάμενον μετὰ πολλῆς σπουδῆς καὶ δα-

v.4.p.238
“κρύων προσπεσεῖν Ζεφυρίνῳ τῷ ἐπισκόπῳ, κυλιό- “μενον ὑπὸ τοὺς πόδας οὐ μόνον τῶν ἐν κλήρῳ, “ἀλλὰ καὶ τῶν λαϊκῶν, συγχέαι τε τοῖς δάκρυσι τὴν “εὔσπλαγχνον ἐκκλησίαν τοῦ ἐλεήμονος Χριστοῦ· “πολλῇ τε τῇ δεήσει χρησάμενον, δείξαντά τε τοὺς “μώλωπας ὧν εἰλήφει πληγῶν μόλις κοινωνηθῆναι.”

τούτοις ἐπισυνάψωμεν καὶ ἄλλας περὶ τῶν αὐτῶν τοῦ αὐτοῦ συγγραφέως φωνὰς, τοῦτον ἐχούσας τὸν τρόπον· “γραφὰς μὲν θείας ἀφόβως ῥερᾳδιουργήκασι, “πίστεώς τε ἀρχαίας κανόνα ἠθετήκασι, Χριστὸν δὲ “ἠγνοήκασιν, οὐ τί αἱ θεῖαι λέγουσι γραφαὶ ζητοῦν- “τες, ἀλλ᾿ ὁποἱον σχῆμα συλλογισμοῦ εἰς τὴν τῆς “ἀθεότητος σύστασιν εὑρεθῇ, φιλοπόνως ἀσκοῦντες· “κἂν αὐτοῖς προτείνῃ τις ῥητὸν γραφὴς θεϊκῆς, ἐξε- “τάζουσι, πότερον συνημμένον ἢ διεζευγμένον δύνα- “ται ποιῆσαι σχῆμα συλλογισμοῦ.

καταλιπόντες “δὲ τὰς ἁγίας τοῦ θεοῦ γραφὰς γεωμετρίαν ἐπιτη- “δεύουσιν, ὡσὰν ἐκ τῆς γῆς ὄντες καὶ ἐκ τῆς γῆς “λαλοῦντες, καὶ τὸν ἄνωθεν ἐρχόμενον ἀγνοοῦντες. “Εὐκλείδης γοῦν παρά τισιν αὐτῶν φιλοπόνως γεω- “μετρεῖται, Ἀριστοτέλης δὲ καὶ Θεόφραστος θαυμά- “ζονται, Γαληνὸς γὰρ ἴσως ὑπό τινων καὶ προσκυ- “νεῖται.

οἱ δὲ ταῖς τῶν ἀπίστων τέχναις εἰς τὴν “τῆς αἱρέσεως αὐτῶν γνώμην ἀποχρώμενοι, καὶ τῇ “τῶν ἀθέων πανουργίᾳ τὴν ἁπλῆν τῶν θείων γρα- “φῶν πίστιν καπηλεύοντες, ὅτι μηδὲ ἐγγὺς πίστεως “ὑπάρχουσι, τί δεῖ καὶ λέγειν; διὰ τοῦτο ταῖς θείαις “γραφαῖς ἀφόβως ἐπέβαλον τὰς χεῖρας, λέγοντες αὐ- “τὰς διωρθωκέναι.