Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

τῶν δὲ “κατ’ ἐκεῖνο καιροῦ ἐν τῇ τῶν νόθων ἐκφωνημάτων “ἀκροάσει γενομένων οἶ μὲν ὡς ἐπὶ ἐνεργουμένῳ καὶ “δαιμονῶντι καὶ ἐν πλάνης πνεύματι ὑπάρχοντι καὶ “τοὺς ὄχλους ταράττοντι ἀχθόμενοι ἐπετίμων καὶ λαλεῖν “ἐκώλυον, μεμνημένοι τῆς τοῦ κυρίου διαστολῆς “τε καὶ ἀπειλῆς πρὸς τὸ φυλάττεσθαι τὴν τῶν “ψευδοπροφητῶν ἐγρηγορότως παρουσίαν· οἱ δὲ ὡς “ἁγίῳ πνεύματι καὶ προφητικῷ χαρίσματι ἐπαιρόμενοι “καὶ οὐχ ἥκιςα χαυνούμενοι, καὶ τῆς “τοῦ κυρίου ἐπιλανθανόμενοι, τὸ βλαψίφρον καὶ ὑποκοριστικὸν “καὶ λαοπλάνον πνεῦμα προυκαλοῦντο, “θελγόμενοι καὶ πλανώμενοι ὑπ’ αὐτοῦ, εἰς τὸ μηκέτι “κωλύεσθαι σιωπᾶν.

τέχνῃ δέ τινι, μᾶλλον “δὲ τοιαύτῃ μεθόδῳ κακοτεχνίας ὁ διάβολος τὴν κατὰ “τῶν παρηκόων ἀπώλειαν μηχανησάμενος, καὶ παρ’ “ἀξίαν ὑπ’ αὐτῶν τιμώμενος, ὑπεξήγειρέ τε καὶ προσεξέκαυσεν “αὐτῶν τὴν ἀποκεκοιμημένην ἀπὸ τῆς κατ’ “ἀλήθειαν πίστεως διάνοιαν, ὡς καὶ ἑτέρας τινὰς δύο “γυναῖκας ἐπεγεῖραι καὶ τοῦ νόθου πνεύματος πληρῶσαι, “ὡς καὶ λαλεῖν ἐκφρόνως καὶ ἀκαίρως καὶ “ἀλλοτριοτρόπως , ὁμοίως τῷ προειρημένῳ, καὶ τοὺς

v.4.p.217
“μὲν χαίροντας καὶ χαυνουμένους ἐπ᾿ αὐτῷ μακαρί- “ζοντος τοῦ πνεύματος, καὶ διὰ τοῦ μεγέθους τῶν “ἐπαγγελμάτων ἐκφυσιοῦντος, ἔσθ᾿ ὅπη δὲ καὶ κα- “τακρίνοντος στοχαστικῶς καὶ ἀξιοπίστως αὐτοὺς “ἄντικρυς, ἵνα καὶ ἐλεγκτικὸν εἶναι δοκῇ, (ὀλίγοι δ᾿ “ἦσαν οὗτοι τῶν Φρυγῶν ἐξηπατημένοι), τὴν δὲ κα- “θόλου καὶ πᾶσαν τὴν ὑπὸ τὸν οὐρανὸν ἐκκλησίαν “βλασφημεῖν διδάσκοντος τοῦ ἀπηυθαδισμένου πνεύ- “ματος, ὅτι μήτε τιμὴν μήτε πάροδον εἰς αὐτὴν τὸ “ψευδοπροφητικὸν ἐλάμβανε πνεῦμα.

τῶν γὰρ “κατὰ τὴν Ἀσίαν πιστῶν πολλάκις καὶ πολλαχῆ τῆς “Ἀσίας εἰς τοῦτο συνελθόντων, καὶ τοὺς προσφάτους “λόγους ἐξετασάντων καὶ βεβήλους ἀποφηνάντων καὶ “ἀποδοκιμασάντων τὴν αἵρεσιν, οὕτω δὴ τῆς τε ἐκ- “κλησίας ἐξεώσθησαν καὶ τῆς κοινωνίας εἴρχθη- “σαν.”

ταῦτα ἐν πρώτοις ἱστορήσας, καὶ δι᾿ ὅλου τοῦ συγγράμματος τὸν ἔλεγχον τῆς κατ᾿ αὐτοὺς πλάνης ἐπαγαγὼν, ἐν τῷ δευτέρῳ περὶ τῆς τελευτῆς τῶν προδεδηλωμένων ταῦτά φησιν

“ἐπειδὴ τοί- “νυν καὶ προφητοφόντας ἡμᾶς ἀπεκάλουν, ὅτι μὴ “τοὺς ἀμετροφώνους αὐτῶν προφήτας ἐδεξάμεθα, “(τούτους γὰρ εἶναί φασιν, οὕσπερ ἐπηγγείλατο τῷ “λαῷ πέμψειν ὁ κύριος), ἀποκρινάσθωσαν ἡμῖν πρὸς “θεοῦ, ἔστι τις, ὦ βέλτιστοι, τούτων τῶν ἀπὸ Μον- “τανοῦ καὶ τῶν γυναικῶν λαλεῖν ἀρξαμένων, ὅστις “ὑπὸ Ἰουδαίων ἐδιώχθη ἢ ὑπὸ παρανόμων ἀπεκτάν- “θη; οὐδείς. οὐδέ γέ τις αὐτῶν κρατηθεὶς ὑπὲρ τοῦ “ὀνόματος ἀνεσταυρώθη. οὐ γὰρ οὖν. οὐδὲ μὴν “οὐδὲ ἐν συναγωγαῖς Ἰουδαίων τῶν γυναικῶν τις “ἐμαστιγώθη ποτὲ ἢ ἐλιθοβολήθη. οὐδαμόσε οὐδα- “μῶς.

ἄλλῳ δὲ θανάτῳ τελευτῆσαι λέγονται Μον- “τανός τε καὶ Μαξίμιλλα. τούτους γὰρ ὑπὸ πνεύμα-

v.4.p.218
“τος βλαψίφρονος ἑκατέρους ὑποκινήσαντος λόγος “ἀναρτῆσαι ἑαυτοὺς, οὐχ ὁμοῦ, κατὰ δὲ τὸν τῆς ἑκά- “στου τελευτῆς καιρὸν φήμη πολλὴ, καὶ οὕτω δὲ τε- “λευτῆσαι καὶ τὸν βίον καταστρέψαι Ἰούδα προδότου “δίκην.

καθάπερ καὶ τὸν θαυμαστὸν ἐκεῖνον τὸν “πρῶτον τῆς κατ᾿ αὐτοὺς λεγομένης προφητείας οἷον “ἐπίτροπόν τινα Θεόδοτον πολὺς αἱρεῖ λόγος, ὡς αἰ- “ρόμενόν ποτε καὶ ἀναλαμβανόμενον εἰς οὐρανοὺς “παρεκστῆναί τε καὶ καταπιστεῦσαι ἑαυτὸν τῷ τῆς “ἀπάτης πνεύματι, καὶ δισκευθέντα κακῶς τελευτῆ- “σαι.

φασὶ γοῦν τοῦτο οὕτως γεγονέναι, ἀλλὰ “μὴ ἄνευ τοῦ ἰδεῖν ἡμᾶς ἐπίστασθαί τι τῶν τοιού- “των νομίζομεν, ὦ μακάριε. ἴσως μὲν γὰρ οὕτως, “ἴσως δὲ οὐχ οὕτως τετελευτήκασι Μοντανός τε καὶ “Θεόδοτος καὶ ἡ προειρημένη γυνή.”

αὖθις δ᾿ ἐν τῷ αὐτῷ φησι λόγῳ τοὺς τότε ἱεροὺς ἐπισκόπους πεπειρᾶσθαι μὲν τὸ ἐν τῇ Μαξιμίλλῃ πνεῦμα διελέγξαι, κεκωλύσθαι δὲ πρὸς ἑτέρων, συνεργούντων δηλαδὴ τῷ πνεύματι.