Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

“καὶ “πῶς οὐ καταφανὲς ἤδη γέγονε καὶ τοῦτο τὸ ψεῦδος; “πλείω γὰρ ἢ τρισκαίδεκα ἔτη εἰς ταύτην τὴν ἡμέ- “ραν, ἐξ οὗ τετελεύτηκεν ἡ γυνὴ, καὶ οὔτε μερικὸς “οὔτε καθολικὸς κόσμῳ γέγονε πόλεμος, ἀλλὰ καὶ “Χριστιανοῖς μᾶλλον εἰρήνη διάμονος ἐξ ἐλέου θεοῦ”. καὶ ταῦτα δὲ ἐκ τοῦ δευτέρου συγγράμματος

καὶ ἀπὸ τοῦ τρίτου δὲ σμικρὰς παραθήσομαι λέξεις, δι᾿ ὧν πρὸς τοὺς αὐχοῦντας, ὡς ἄρα πλείους καὶ αὐτῶν μεμαρτυρηκότες εἶεν, ταῦτά φησιν “ὅταν τοίνυν ἐν “πᾶσι τοῖς εἰρημένοις ἐλεγχθέντες ἀπορήσωσιν, ἐπὶ “τοὺς μάρτυρας πειρῶνται καταφεύγειν, λέγοντες “πολλοὺς ἔχειν μάρτυρας, καὶ τοῦτο εἶναι τεκμήριον “πιστὸν τῆς δυνάμεως τοῦ παρ᾿ αὐτοῖς λεγομένου “προφητικοῦ πνεύματος. τὸ δ᾿ ἔστιν ἄρα, ὡς ἔοικε, “παντὸς μᾶλλον οὐκ ἀληθές.