Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

γράφει δὲ οὕτως “καὶ μὴ λε- “γέτω ἐν τῷ αὐτῷ λόγῳ τῷ κατὰ Ἀστέριον Οὐρβανὸν “τὸ διὰ Μαξιμίλλης πνεῦμα ῾διώκομαι ὡς λύκος ἐκ “προβάτων· οὐκ εἰμὶ λύκος· ῥῆμά εἰμι καὶ πνεῦμα καὶ “δύναμις᾿, ἀλλὰ τὴν ἐν τῷ πνεύματι δύναμιν ἐναργῶς “δειξάτω καὶ ἐλεγξάτω, καὶ ἐξομολογεῖσθαι διὰ τοῦ “πνεύματος καταναγκασάτω τοὺς τότε παρόντας εἰς “τὸ δοκιμάσαι καὶ διαλεχθῆναι τῷ πνεύματι λαλοῦντι, “ἄνδρας δοκίμους καὶ ἐπισκόπους, Ζωτικὸν ἀπὸ Κο- “μάνης κώμης καὶ Ἰουλιανὸν ἀπὸ Ἀπαμείας, ὧν οἱ “περὶ Θεμίσωνα τὰ στόματα φιμώσαντες οὐκ εἴασαν “τὸ ψευδὲς καὶ λαοπλάνον πνεῦμα ὑπ᾿ αὐτῶν ἐλεγ- “χθῆναι.”

ἐν ταὐτῷ δὲ πάλιν ἕτερα μεταξὺ πρὸς ἔλεγχον τῶν τῆς Μαξιμίλλης ψευδοπροφητειῶν εἰ-

v.4.p.219
πὼν, ὁμοῦ τόν τε χρόνον καθ᾿ ὃν ταῦτ᾿ ἔγραφε σημαίνει καὶ τῶν προρρήσεων αὐτῆς μέμνηται, δι᾿ ὧν πολέμους ἔσεσθαι καὶ ἀκαταστασίας προεμαντεύσατο, ὧν καὶ τὴν ψευδολογίαν εὐθύνει ὧδε λέγων