Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
῾ὁ τοῦ ἀγαπητοῦ καὶ εὐλογη-
ἐν οἷς προσδεχθείην ἐνώπιόν σου σήμερον “ θυσίᾳ πίονι καὶ προσδεκτῇ, καθὼς “ προφανερώσας καὶ πληρώσας ὁ ἀψευδὴς καὶ ἀληθι “νὸς θεός.
διὰ τοῦτο καὶ περὶ πάντων σὲ αἰνο “σὲ εὐλογῶ, σὲ δοξάζω , διὰ τοῦ αἰωνίου ἀρχιερέο ῾ Ἰησοῦ Χριστοῦ τοῦ ἀγαπητοῦ σου παιδὸς, δι “σοι σὺν αὐτῷ ἐν πνεύματι ἁγίῳ δόξα, καὶ νῦν καὶ εἰ “ τοὺς μέλλοντας αἰῶνας, ἀμήν.’
ἀναπέμψαντα δὲ αὐτοῦ τὸ ἀμὴν καὶ πληρώσαντος τὴν προσευχη “οἱ τοῦ πυρὸς ἄνθρωποι ἐξῆψαν τὸ πῦρ, μεγάλης “ ἐκλαμψάσης φλογὸς θαῦμα εἴδομεν οἶς ἰδεῖν ἐδόθη “ οἳ καὶ ἐτηρήθησαν εἰς τὸ ἀναγγεῖλαι τοῖς λοιποῖς γενόμενα.
τὸ γὰρ πῦρ καμάρας εἶδος ποιῆσαη “ὥσπερ ὥσπερ ὀθόνης πλοίου ὑπὸ πνεύματος πληρουμένης “κύκλῳ περιετείχισε τὸ σῶμα τοῦ μάρτυρος, καὶ ἦη “ εἰς μέσον οὐχ ὡς σὰρξ καιομένη, ἀλλ’ ὡς χρυσο “καὶ ἄργυρος ἐν καμίνῳ πυρούμενος. καὶ γὰρ εὐα “ δίας τοιαύτης ἀντελαβόμεθα, ὡς λιβανωτοῦ πνέοη “τος ἢ ἄλλου τινὸς τῶν τιμίων ἀρωμάτων.
πε ῾ρας γοῦν ἰδόντες οἱ ἄνομοι μὴ δυνάμενον τὸ σῶμα ὑπὸ τοῦ πυρὸς δαπανηθῆναι ἐκέλευσαν προσελ- “θόντα αὐτῷ κομφἐκτορα παραβῦσαι τὸ ξίφος.
“καὶ τοῦτο ποιήσαντος ἐξῆλθε πλῆθος αἵματος, ὥστε ῾κατασβέσαι τὸ πῦρ, καὶ θαυμάσαι πάντα τὸν ὄχλον,
ὁ δὲ ἀντίζηλος καὶ βάσκανος καὶ “πονηρὸς, ὁ ἀντικείμενος τῷ γένει τῶν δικαίων, ἰδὼν “τὸ μέγεθος αὐτοῦ τῆς μαρτυρίας καὶ τὴν ἀπ’ ἀρχῆς “ ἀνεπίληπτον αὐτοῦ πολιτείαν, ἐστεφανωμένον τε τὸν ῾τῆς ἀφθαρσίας στέφανον καὶ βραβεῖον ἀναντίρρη- “ ’τον ἀπενηνεγμένον , ἐπετήδευσεν ὡς μηδὲ τὸ σω- “μάτιον αὐτοῦ ὑφ’ ἡμῶν ληφθείη, καίπερ πολλῶν ἐπιθυμούντων τοῦτο ποιῆσαι, καὶ κοινωνῆσαι τῷ ἁγίῳ αὐτοῦ σαρκίῳ.