Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ταῦτα δὲ καὶ ἕτερα πλείω λέγων θάρ σους καὶ χαρᾶς ἐνεπίμπλατο , καὶ τὸ πρόσωπον αυ τοῦ χάριτος ἐπληροῦτο , ὥστε μὴ μόνον μὴ συμπε “σεῖν ταραχθέντα ὑπὸ τῶν λεγομένων πρὸς αὐτὸν “ἀλλὰ τοὐναντίαν τὸν ἀνθύπατον ἐκστῆναι, πέμψα “ τε τὸν κήρυκα καὶ ἐν μέσῳ τῷ σταδίῳ κηρῦξαι τρὶ Πολύκαρπος ὡμολόγησεν ἑαυτὸν Χριστιανὸν εἶναι “

τούτου λεχθέντος ὑπὸ τοῦ κήρυκος πᾶν τὸ πλῆ “θος τῶν ἐθνῶν τε καὶ Ἰουδαίων τῶν τὴν Σμύρνα “ κατοικούντων ἀκατασχέτῳ θυμῷ καὶ μεγάλῃ φων “ ἐβόα οὗτός ἐστιν ὁ τῆς Ἀσίας διδάσκαλος , ὁ πατη

v.4.p.159
“τῶν Χριστιανῶν, ὁ τῶν ἡμετέρων θεῶν καθαιρέ- “της, ὁ πολλοὺς διδάσκων μὴ θύειν μηδὲ προσκυ- “νεῖν.᾿

ταῦτα λέγοντες ἐπεβόων καὶ ἠρώτων τὸν “ἀσιάρχην Φίλιππον, ἵνα ἐπαφῇ τῷ Πολυκάρπῳ λέ- “οντα. ὁ δὲ ἔφη μὴ εἶναι ἐξὸν αὐτῷ, ἐπειδὴ πεπλη- “ρώκει τὰ κυνηγέσια. τότε ἔδοξεν αὐτοῖς ὁμοθυμα- “δὸν ἐπιβοῆσαι, ὥστε ζῶντα τὸν Πολύκαρπον κατα- “καῦσαι.

ἔδει γὰρ τὸ τῆς φανερωθείσης αὐτῷ “ἐπὶ τοῦ προσκεφαλαίου ὀπτασίας πληρωθῆναι, ὅτε “ἰδὼν αὐτὸ καιόμενον προσευχόμενος εἶπεν ἐπιστρα- “φεὶς τοῖς μετ᾿ αὐτοῦ πιστοῖς προφητικῶς ῾δεῖ με “ζῶντα κατακαῆναι.᾿

ταῦτα οὖν μετὰ τοσούτου “τάχους ἐγένετο, θᾶττον ἢ ἐλέγετο, τῶν ὄχλων πα- “ραχρῆμα συναγόντων ἐκ τῶν ἐργαστηρίων καὶ ἐκ “τῶν βαλανείων ξύλα καὶ φρύγανα, μάλιστα Ἰου- “δαίων προθύμως, ὡς ἔθος αὐτοῖς, εἰς ταῦτα ὑπουρ- “γούντων.

ἀλλὰ ὅτε ἡ πυρὰ ἡτοιμάσθη, ἀποθέ- “μενος ἑαυτῷ πάντα τὰ ἱμάτια καὶ λύσας τὴν ζώνην “ἐπειρᾶτο καὶ ὑπολύειν ἑαυτὸν, μὴ πρότερον τοῦτο “ποιῶν, διὰ τὸ ἀεὶ ἕκαστον τῶν πιστῶν σπουδάζειν “ὅστις τάχιον τοῦ χρωτὸς αὐτοῦ ἐφάψηται· ἐν παντὶ “γὰρ ἀγαθῆς ἕνεκεν πολιτείας καὶ πρὸ τῆς πολιᾶς “ἐκεκόσμητο.

εὐθέως οὖν αὐτῷ περιετίθετο τὰ “πρὸς τὴν πυρὰν ἡρμοσμένα ὄργανα, μελλόντων δὲ “αὐτῶν καὶ προσηλοῦν αὐτὸν εἶπεν ῾ἄφετέ με οὕτως· “ὁ γὰρ διδοὺς ὑπομεῖναι τὸ πῦρ δώσει καὶ χωρὶς τῆς “ὑμετέρας ἐκ τῶν ἥλων ἀσφαλείας ἀσκύλτως ἐπιμεῖ- “ναι τῇ πυρᾷ.᾿ οἱ δὲ οὐ καθήλωσαν, προσέδησαν δὲ “αὐτόν.

ὁ δὲ ὀπίσω τὰς χεῖρας ποιήσας, καὶ “προσδεθεὶς ὥσπερ κριὸς ἐπίσημος ἀναφερόμενος “ἐκ μεγάλου ποιμνίου ὁλοκαύτωμα δεκτὸν θεῷ παν- “τοκράτορι, εἶπεν