Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
ἐπικειμένων δὴ οὖν σὺν πάσῃ σπουδῇ τῶν ἀναζητούντων αὐτὸν αὖθις πρὸς τῆς τῶν ἀδελφῶν διαθέσεως καὶ στοργῆς ἐκβεβιασμένον μεταβῆ-
ὀψὲ δὲ τῆς ὥρας ἐπελθόντας αὐτὸν μὲν εὑρεῖν ἐν ὑπερᾠῳ κατακείμενον, ὅθεν δυνατὸν ὄν αὐτῷ ἐφ’ ἑτέραν μεταστῆναι οὀκίαν μὴ βεβουλῆσθαι, εἰπόντα “τὸ θέλημα τοῦ θεοῦ γινέσθω.”
Καὶ δὴ μαθὼν πα– ρόντας, ὡς ὁλόγος φηςὶ, καταβὰς αὐτοῖς διελέξατο, εὖ μάλα φαιδρῷ καὶ πραοτάτῳ προσώπῳ, ὡς καὶ θαῦμα δοκεῖν ὁρᾶν τοὺς πάλαι τοῦ ἀνδρὸς ἀγνῶτας, ἐναποβλέποντας τῷ τῆς ἡλικίας αὐτοῦ παλαιῷ καὶ τῷ σεμνῷ καὶ εὐσταθεῖ τοῦ προσώπου, καὶ εἰ το– σαύτη γένοιτο σπουδὴ ὑπὲρ τοῦ τοιοῦτον συλληφθῆ– ναι πρεσβύτην.
ὁ δ’ οὐ μελλήσας εὐθέως τρά– πεζαν αὐτοῖς παρατεθῆναι προστάττει, εἶτα τροφῆς ἀφθόνου μεταλαβεῖν ἀξιοῖ, μίαν τε ὥραν, ὡς ἄν προσεύξοιτο ἀδεῶς, παρ’αὐτῶν αἰτεπῖαι. ἐπιτρεψάν– των δὲ ἀναστὰς ηὔχετο, ἔμπλεως τῆς χάριτος ὤν τοῦ κυρίου, ὡς ἐκπληττεσθαι τοὺς παρόντας εὐχομένου αὐτοῦ ἀκροωμένους, πολλούς τε αὐτῶν μετανοεῖν ἤδη ἐπὶ τῷ τοιοῦτον ἀναιρεῖσθαι μέλλειν σεμνὸν καὶ θεοπρεπῆ πρεσβύτην,
ἐπὶ τούτοις ἡ περὶ αὐτοῦ γραφὴ κατὰ λέξιν ὧδέ πως τὰ ἑξῆς τῆς ἱστορίας ἔχει “ἐπεὶ δέ ποτε κατέπαυσε τὴν προσευχὴν, μνημονεύ– “σας ἁπάντων καὶ τῶν πώποτε συμβεβληκότων αὐτῷ “μικρῶν τε καὶ μεγόλων, ἐνδόξων τε καὶ ἀδόξων, “καὶ πάσης τῆς κατὰ τὴν οἰκουμένην καθολικῆς “ἐκκλησίας, τῆς ὥρας ἐλθούσης τοῦ ἐξιέναι, ὄνῳ “καθίσαντες αὐτὸν ἤγαγον εὶν πόλιν, ὄντος “σαββάτου μεγάλου, καὶ ὑπήντα αὐτῷ ὁ εἰρήναρ– “χος Ἡρώδης καὶ ὁ πατὴρ αὐτοῦ Νικήτης, οἳ καὶ
ὁ δὲ τὰ “μὲν πρῶτα οὐκ ἀπεκρίνατο , ἐπιμενόντων δὲ αὐ- “τῶν ἔφη, οὐ μέλλω πράττειν ὃ συμβουλεύετέ μοι. οἱ “δὲ ἀποτυχόντες τοῦ πεῖσαι αὐτὸν δεινὰ ῥήματα ἔλε- “γον, καὶ μετὰ σπουδῆς καθῄρουν , ὡς κατιόντα ἀπὸ “ τοῦ ὀχήματος ἀποσῦραι τὸ ἀντικνήμιον. ἀλλὰ γὰρ “μὴ ἐπιστραφεὶς , οἷα μηδὲν πεπονθὼς , προθύμως “μετὰ σπουδῆς ἐπορεύετο , ἀγόμενος εἰς τὸ στάδιον. “
θορύβου δὲ τηλικούτου ὄντος ἐν τῷ σταδίῳ, ὡς μηδὲ πολλοῖς ἀκουσθῆναι , τῷ Πολυκάρπῳ εἰσιόντι “ εἰς τὸ στάδιον φωνὴ ἐξ οὐρανοῦ γέγονεν ἴσχυε , Πο- “λύκαρπε, καὶ ἀνδρίζου.’ καὶ τὸν μὲν εἰπόντα οὐδεὶς “εἶδεν, τὴν δὲ φωνὴν τῶν ἡμετέρων πολλοὶ ἤκουσαν.
προσαχθέντος οὑν αὐτοῦ θόρυβος ἠν μέ- “γας, ἀκουσάντων ὅτι Πολύκαρπος συνείληπται. λοι- “πὸν οὖν προσελθόντα ἀνηρώτα ὁ ἀνθύπατος εἰ αὐτὸς εἴη Πολύκαρπος. καὶ ὁμολογήσαντος ἔπειθεν ἀρνεῖσθαι λέγων ‘αἰδέσθητί σου τὴν ἡλικίαν᾿ καὶ ἕτερα τούτοις ἀκόλουθα, ἃ σύνηθες αὐτοῖς λέγειν ἐστίν ῾ὄμοσον τὴν Καίσαρος τύχην , μετανόησον εἶ- ‘πον· ‘αἶρε τοὺς ἀθέους.’
ὁ δὲ Πολύκαρπος ἐμβριθεῖ τῷ προσώπῳ εἰς πάντα τὸν ὄχλον τὸν ἐν τῷ σταδίῳ ἐμβλέψας , ἐπισείσας αὐτοῖς τὴν χεῖρα, στενάξας τε καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν ῾ αἶρε τοὺς ἀθέους.’
ἐγκειμένου δὲ τοῦ ἡγουμένου καὶ λέγοντος ‘ὄμοσον, καὶ ἀπολύσω σε, λοιδόρησον τὸν Χριστόν,’ ἔφη ὁ Πολύκαρπος· ‘ὀγδοήκοντα καὶ ἓξ ἔτη δουλεύω αὐτῷ , καὶ οὐδέν με ἠδίκησε · καὶ πῶς δύναμαι βλασφημῆσαι τὸν βασιλέα μου, τὸν σώσαντά με;