Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. II. E. III, 34-35] Ἐν τούτῳ δὲ ὁ Πολύκαρπος μεγίστων τὴν Ἀσίαν ἀναθορυβησάντων διωγμῶν μαρτυρίῳ τελειοῦται ἀναγκαιότατον δὲ αὐτοῦ τὸ τέλος ἐγγράφως ἔτι φερόμενον ἡγοῦμαι δεῖν μνήμῃ τῆς ἱστορίας καταθέσθαι.
ἔστι δὲ ἡ γραφὴ ἐκ προσώπου ἧς αὐτὸς ἐκκλησίας ἡγεῖτο ταῖς κατὰ Πόντον παροικίαις τὰ κατ’ αὐτὸν ἀποσημαίνουσα διὰ τούτων
“ἡ ἐκκλησία τοῦ θεοῦ ἡ παροικοῦσα Σμύρναν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ παροικούσῃ ἐν Φιλομηλίῳ [*](6 Tit. 3, 10. 28 διὰ τούτων] Integrius in codicibus apud lacobson. vol. 2. p. 604 seqq. edit. quartae.)
τούτοις ἑξῆς πρὸ τῆς ἀμο τοῦ Πολυκάρπου διηγήσεως τὰ κατὰ τοὺς λοιποὺς ἀνι στοροῦσι μάρτυρας, οἵας ἐνστάσεις πρὸς τὰς ἀλγηδο νας ἐνεδείξαντο, διαγράφοντες. καταπλῆξαι γάρ φαο τοὺς ἐν κύκλῳ περιεστῶτας καὶ θεωμένους τοτὲ μὲ μάστιξι μέχρι καὶ τῶν ἐνδοτάτω φλεβῶν καὶ ἀρτηριῶν καταξαινομένους, ὡς ἤδη καὶ τὰ ἐν μυχοῖς ἀπόρρητα τοῦ σώματος σπλάγχνα τε αὐτῶν καὶ μέλη κατοπτεύεσθαι, τοτὲ δὲ τοὺς ἀπὸ θαλάττης κήρυκας καί τινας ὀξεῖς ὀβελίσκους ὑποστρωννυμένους, καὶ διὰ παντὸς εἴδους κολάσεων καὶ βασάνων προϊόντας, καὶ τέλος θηρσὶν εἰς βορὰν παραδιδομένους.
μάλιστα δὲ ἱστοροῦσιν διαπρέψαι τὸν γενναιότατον Γερμανι κὸν, ὑπορρωννύντα σὺν θείᾳ χάριτι τὴν ἔμφυτο περὶ τὸν θάνατον τοῦ σώματος δειλίαν. βουλομένο γέ τοι τοῦ ἀνθυπάτου πείθειν αὐτὸν , προβαλλομε νου τε τὴν ἡλικίαν καὶ ἀντιβολοῦντος κομιδή νέο ὄντα καὶ ἀκμαῖον οἶκτον ἑαυτοῦ λαβεῖν , μὴ μελλη σαι, προθύμως δὲ ἐπισπάσασθαι εἰς ἑαυτὸν τὸ θη ῥίον, μονονουχὶ βιασάμενον καὶ παροξύναντα, ὡς τάχιον τοῦ ἀδίκου καὶ ἀνόμου βίου αὐτῶν ἀπαλλα γείη.
τούτου δὲ ἐπὶ τῷ διαπρεπεῖ θανάτῳ τὸ πό πλῆθος ἀποθαυμάσαν τῆς ἀνδρείας τὸν θεοφιλῆ μάρ τυρα καὶ τὴν καθόλου τοῦ γένους τῶν Χριστιανο ἀρετὴν, ἀθρόως ἐπιβοᾶν ἄρξασθαι “αἶρε τοὺς ἀθέους ζητείσθω Πολύκαρπος.’’
καὶ δὴ πλείστης ἐπὶ ταῖ
ἐδήλου δὲ τοῦτον ὁ τῆς προειρημένης γραφῆς λόγος προπετέστερον, ἀλλ᾿ οὐ κατ᾿ εὐλάβειαν ἐπιπηδῆσαι τῷ δικαστηρίῳ σὺν ἑτέροις, ἁλόντα δ᾿ οὖν ὅμως καταφανὲς ὑπόδειγμα τοῖς πᾶσι παρασχεῖν, ὅτι μὴ δέοι τοῖς τοιούτοις ῥιψοκινδύνως καὶ ἀνευλαβῶς ἐπιτολμᾶν. ἀλλὰ ταύτῃ μὲν εἶχε πέρας τὰ κατὰ τούτους.
τόν γε μὴν θαυμασιώτατον Πολύκαρπον τὰ μὲν πρῶτα τούτων ἀκούσαντα ἀτάραχον διαμεῖναι, εὐσταθὲς τὸ ἦθος καὶ ἀκίνητον φυλάξαντα, βούλεσθαί τε αὐτοῦ κατὰ τὴν πόλιν περιμένειν· πεισθέντα γε μὴν ἀντιβολοῦσι τοῖς ἀμφ᾿ αὐτὸν, καὶ ὡς ἂν ὑπεξέλθοι παρακαλοῦσι, προελθεῖν εἰς οὐ πόρρω διεστῶτα τῆς πόλεως ἀγρὸν, διατρίβειν τε σὺν ὀλιγοις ἐνταῦθα, νύκτωρ καὶ μεθ᾿ ἡμέραν οὔτε ἕτερον πράττοντα ἢ ταῖς πρὸς τὸν κύριον διακαρτεροῦντα εὐχαῖς, δι᾿ ὧν δεῖσθαι καὶ ἱκετεύειν, εἰρήνην ἐξαιτούμενον ταῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαις· τοῦτο γὰρ καὶ εἶναι ἐκ τοῦ παντὸς αὐτῷ σύνηθες.
καὶ δὴ εὐχόμενον ἐν ὀπτασίᾳ τριῶν πρότερον ἡμερῶν τῆς συλλήψεως νύκτωρ ἰδεῖν τὸ ὑπὸ κεφαλῆς αὐτῷ στρῶμα ἀθρόως οὕτως ὑπὸ πυρὸς φλεχθὲν δεδαπανῆσθαι, ἔξυπνον δὲ ἐπὶ τούτῳ γενόμενον εὐθὺς ὑφερμηνεῦσαι τοῖς παροῦσι τὸ φανὲν, μονονουχὶ τὸ μέλλον προθεσπίσαντα, σαφῶς τε ἀνειπόντα τοῖς ἀμφ᾿ αὐτὸν ὅτι δέοι αὐτὸν διὰ Χριστὸν πυρὶ τὴν ζωὴν μεταλλάξαι.