Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

δεινὰς δὲ βασάνων ὁδοὺς ἐπε- ‘νόουν πρὸς ἔρευναν τροφῆς, ὀρόβοις μὲν ἐμφράττοντες τοῖς ἀθλίοις τοὺς τῶν αἰδοίων πόρους, ῥάβδοις δὲ ὀξείαις ἀναπείροντες τὰς ἔδρας. τὰ φρικτὰ δὲ καὶ ‘ἀκοαῖς ἔπασχέ τις εἰς ἐξομολόγησιν ἑνὸς ἄρτου καὶ “ἔνα μηνύσῃ δράκα μίαν κεκρυμμένην ἀλφίτων.

οἱ “βασανισταὶ δ’ οὐκ ἐπείνων, (καὶ γὰρ ἂν ἧττον ὠμὸν “ἦν τὸ μετ’ ἀνάγκης), γυμνάζοντες δὲ τὴν ἀπόνοιαν, ‘καὶ προπαρασκευάζοντες ἑαυτοῖς εἰς τὰς ἑξῆς ἡμέρας ἐφόδια.

τοῖς δ’ ἐπὶ ‘Ρωμαίων φρουρὰν νύ- “κτωρ ἐξερπύσασιν ἐπὶ λαχάνων συλλογὴν ἀγρίων καὶ πόας ὑπαντῶντες, ὅτ’ ἤδη διαπεφευγέναι τοὺς “πολεμίους ἐδόκουν, ἀφήρπαζον τὰ κομισθέντα, καὶ “πολλάκις ἱκετευόντων, καὶ τὸ φρικτότατον ἐπικαλου- ‘μένων ὄνομα τοῦ θεοῦ, μεταδοῦναί τι μέρος αὐτοῖς ῾ ὧν κινδυνεύσαντες ἤνεγκαν, οὐδ’ ὁτιοῦν μετέδοσαν. ‘ἀγαπητὸν δ’ ἦν τὸ μὴ καὶ προσαπολέσθαι σεσυλημένον.”

τούτοις δὲ μεθ’ ἕτερα ἐπιφέρει λέγων Ἰουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκόπη πᾶσα σωτη- “ρίας ἐλπίς. καὶ βαθύνας ἑαυτὸν ὁ λιμὸς κατ᾿ οἴκους [*](29 loseph. B. I. V, 12, 3.)

v.4.p.92
“καὶ γενεὰς τὸν δῆμον ἐπεβόσκετο. καὶ τὰ μὲν τέγη ‘πεπλήρωτο γυναικῶν καὶ βρεφῶν λελυμένων, οἱ “στενωποὶ δὲ γερόντων νεκρῶν.

παῖδες δὲ καὶ ‘νεανίαι διοιδοῦντες ὥσπερ εἴδωλα κατὰ τὰς ἀγορὰς “ἀνειλοῦντο καὶ κατέπιπτον, ὅπη τινὰ τὸ πάθος καταλαμβάνοι· θάπτειν δὲ τοὺς προσήκοντας οὔτε ἴσχυον οἱ κάμνοντες, καὶ τὸ διευτονοῦν ὤκνει, διά τε τὸ πλῆθος τῶν νεκρῶν καὶ τὸ κατὰ σφᾶς ἄδηλον. πολ- λοὶ γοῦν τοῖς ὑπ’ αὐτῶν θαπτομένοις ἐπαπέθνη- “σκον, πολλοὶ δ’ ἐπὶ τὰς θήκας, πρὶν ἐπιστῆναι τὸ χρεὼν) προῆλθον.

οὔτε δὲ θρῆνος ἐν ταῖς συμ- φοραῖς οὔτε ὀλοφυρμὸς ἠν, ἀλλ’ ὁ λιμὸς ἤλεγχε τὰ πάθη. ξηροῖς δὲ τοῖς ὄμμασιν οἶ δυσθανατοῦν- “τες ἐφεώρων τοὺς φθάσαντας ἀναπαύσασθαι. βα- “θεῖα δὲ τὴν πόλιν περιεῖχε σιγὴ, καὶ νὺξ θανάτου γέμουσα. καὶ τούτων οἱ λῃσταὶ χαλεπώτεροι.

τυμβωρυχοῦντες γοῦν τὰς οἰκίας ἐσύλων τοὺς νεκροὺς, καὶ τὰ καλύμματα τῶν σωμάτων περισπῶντες μετὰ γέλωτος ἐξῄεσαν, τάς τε ἀκμὰς τῶν ξιφῶν “ἐδοκίμαζον ἐν τοῖς πτώμασι, καί τινας τῶν ἐρριμμένων ἔτι ζῶντας διήλαυνον, ἐπὶ πείρᾳ τοῦ σιδήρου, τοὺς δὲ ἱκετεύοντας χρῆσαι σφίσι δεξιὰν καὶ ξίφος, τῷ λιμῷ κατέλιπον ὑπερηφανοῦντες. καὶ τῶν ἐκπνεόντων ἕκαστος ἀτενὲς εἰς τὸν ναὸν ἐφεώρα, τοὺς στασιαστὰς ζῶντας ἀπολιπών.