Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

οἶ δὲ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θησαυροῦ τοὺς νεκροὺς “θάπτειν ἐκέλευον, τὴν ὀσμὴν οὐ φέροντες· ἔπειθ’ “ὡς οὐ δοήρκουν, ἀπὸ τῶν τειχῶν ἐρρίπτουν εἰς τὰς, φάραγγας. περιιὼν δὲ ταύτας ὁ Τίτος ὡς ἐθεάσατο πεπλησμένας τῶν νεκρῶν, καὶ βαθὺν ἰχῶρα μυδώντων τὸν ὑπορρέοντα τῶν σωμάτων, ἐστέναξέ τε καὶ τὰς χεῖρας ἀνατείνας κατεμαρτύρατο τὸν θεὸν, ὡς

v.4.p.93
“οὐκ εἴη τὸ ἔργον αὐτοῦ.”

τούτοις ἐπειπών τινα μεταξὺ ἐπιφέρει λέγων οὐκ ἂν ὑποστειλαίμην εἰπεῖν ἅ μοι κελεύει τὸ πάθος. οἶμαι ‘Ρωμαίων βραδυνάντων ἐπὶ τοὺς ἀλιτηρίους, ἢ καταποθῆναι ἂν ‘ὑπὸ χάσματος, ἢ κατακλυσθῆναι τὴν πόλιν, ἢ τοὺς “τῆς Σοδομηνῆς μεταλαβεῖν κεραυνούς. πολὺ γὰρ ‘τῶν ταῦτα παθόντων ἤνεγκε γενεὰν ἀθεωτέραν. τῇ ‘γοῦν τούτων ἀπονοίᾳ πᾶς ὁ λαὸς συναπώλετο.”

καὶ ἐν τῷ ἕκτῳ δὲ βιβλίῳ οὕτω γράφει τῶν δ’ ὑπὸ “τοῦ λιμοῦ φθειρομένων κατὰ τὴν πόλιν ἄπειρον μὲν ‘ἔπιπτε τὸ πλῆθος, ἀδιήγητα δὲ συνέβαινε τὰ πάθη. καθ’ ἑκάστην γὰρ οἰκίαν, εἴ που τροφῆς παραφανείη σκιὰ, πόλεμος ἦν, καὶ διὰ χειρῶν οἷ φίλτατοι πρὸς ἀλλήλους, ἐξαρπάζοντες τὰ ταλαίπωρα τῆς ψυχῆς ἐφόδια. πίστις δ’ ἀπορίας οὐδὲ τοῖς θνήσκουσιν ἦν.

ἀλλὰ καὶ τοὺς ἐμπνέοντας οἶ λῃσταὶ διηρεύνων, μή τις ὑπὸ κόλπον ἔχων τροφὴν σκήπτοιτο τὸν θάνατον αὐτοῦ. οἱ δ’ ὑπ’ ἐνδείας κεχηνότες ὥσπερ λυσσῶντες κύνες ἐφήλλοντο καὶ παρεφέροντο, ταῖς τε θύραις ἐνσειόμενοι μεθυόντων τρόπον καὶ ὑπ’ ἀμηχανίας εἰς τοὺς αὐτοὺς οἴκους εἰσεπήδων δὶς ἢ τρὶς ὥρᾳ μιᾷ.

πάντα δ’ ὑπ’ ὀδόντας ἦγεν ἡ ἀνάγκη, καὶ τὰ μηδὲ τοῖς ῥυπαρωτάτοις τῶν ἀλόγων ζῴων πρόσφορα συλλέγον- τες ἐσθίειν ὑπέφερον. ζωστήρων γοῦν καὶ ὑποδημάτων τὸ τελευταῖον οὐκ ἀπείχοντο, καὶ τὰ δέρματα τῶν θυρεῶν ἀποδέροντες ἐμασῶντο. τροφὴ δὲ ἦν καὶ χόρτου τισὶ παλαιοῦ σπαράγματα. τὰς γὰρ ἶνας ἔνιοι συλλέγοντες ἐλάχιστον σταθμὸν ἐπώλουν Ἀττικῶν τεσσάρων.

καὶ τί δεῖ τὴν ἐπ’ ἀψύχοις ἀναίδειαν [*](2 loseph. B. I. V, 13, 6. 9 B. I. VI, 3, 3.)

v.4.p.94
‘τοῦ λιμοῦ λέγειν; εἶμι γὰρ αὐτοῦ δηλώσων ἔργον, “ὁποῖον μήτε Ἕλλησι μήτε παρὰ βαρβάροις ἱστό- “ρηται, φρικτὸν μὲν εἰπεῖν, ἄπιστον δ’ ἀκοῦσαι. καὶ “ἔγωγε μὴ δόξαιμι τερατεύεσθαι τοῖς αὖθις ἀνθρώ- “ποις, κἂν παρέλιπον τὴν συμφορὰν ἡδέως, εἰ μὴ “τῶν κατ’ ἐμαυτὸν εἶχον ἀπείρους μάρτυρας· ἄλλως τε καὶ ψυχρὰν ἂν καταθείμην τῇ πατρίδι χάριν κα- ‘θυφέμενος τὸν λόγον ὧν πέπονθε τὰ ἔργα.

γυνὴ “τῶν ὑπὲρ τὸν Ἰορδάνην κατοικούντων, Μαρία τοὔ- “νομα, πατρὸς Ἐλεαζάρου, κώμης Βαθεζὼρ, “νει δὲ τοῦτο οἶκος ὑσσώπου,) διὰ γένος καὶ πλοῦτον “ ἐπίσημος, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὰ Ἱεροσό- “λυμα καταφυγοῦσα συνεπολιορκεῖτο.