Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

οὐκ ἄπειροι μὲν οὖν ὑπῆρχον τῶν αὐτῶν καὶ οἶ λοιποὶ τοῦ σωτῆρος ἡμῶν φοιτηταὶ, δώδεκα μὲν ἀπόστολοι, ἑβδομήκοντα δὲ μαθηταὶ, ἄλλοι τε ἐπὶ τούτοις μυρίοι. ὅμως δ’ οὖν ἐξ ἀπάντων τῶν τοῦ κυρίου διατριβῶν ὑπομνήματα Ματθαῖος ἡμῖν καὶ Ἰωάννης μόνοι καταλελοίπασιν, οὓς καὶ ἐπάναγκες ἐπὶ τὴν γραφὴν ἐλθεῖν κατέχει λόγος.

Ματθαῖος μὲν γὰρ πρότερον Ἑβραίοις κηρύξας, ὡς ἤμελλεν καὶ ἐφ’ ἑτέρους ἰέναι, πατρίῳ γλώττῃ γραφῆ παραδοὺς τὸ κατ’ αὐτὸν εὐαγγέλιον τὸ λεῖπον τῇ αὐτοῦ παρουσίᾳ τούτοις, ἀφ’ ὧν ἐστέλλετο, διὰ τῆς γραφῆς ἀπεπλήρου.

ἤδη δὲ Μάρκου καὶ Λουκᾶ τῶν κατ’ αὐτοὺς εὐαγγελίων τὴν ἔκδοσιν πεποιημένων Ἰωάννην φασὶ, τὸν πάντα χρόνον ἀγράφῳ κεχρημένον κηρύγματι, τέλος καὶ ἐπὶ τὴν γραφὴν ἐλθεῖν τοιᾶσδε χάριν αἰτίας. τῶν προαναγραφέντων τριῶν εἰς πάντας ἤδη καὶ εἰς αὐτὸν διαδεδομένων ἀποδέξασθαι μέν φασιν ἀλήθειαν αὐτοῖς ἐπιμαρτυρήσαντα, μόνην δὲ ἄρα λείπεσθαι τῇ γραφῇ τὴν περὶ τῶν ἐν πρώτοις καὶ κατ’ ἀρχὴν τοῦ κηρύγματος ὑπὸ τοῦ Χριστοῦ πεπραγμένων διήγησιν.

καὶ ἀληθής γε ὁ λόγος. τοὺς ἄλλους γοῦν τρεῖς εὐαγγελιστὰς συνιδεῖν πάρεστι μόνα τὰ μετὰ τὴν ἐν τῷ δεσμωτηρίῳ Ἰωάννου τοῦ βαπτιστοῦ κάθειρξιν ἐφ’ ἔνα ἐνιαυτὸν πεπραγμένα τῷ σωτῆρι συγγεγραφότας, αὐτό τε τοῦτ’ ἐπισημηναμένους κατ’ ἀρχὰς τῆς αὐτῶν ἱστορίας.

μετὰ γοῦν τὴν τεσσαρακονταήμερον νηστείαν καὶ τὸν ἐπ’ αὐτῇ πειρασμὸν τὸν χρόνον τῆς ἰδίας γραφῆς ὁ μὲν Ματθαῖος δηλοῖ λέγων “ἀκούσας δὲ ὅτι Ἰωάννης πα- [*](30 Matth. 4, 12.)

v.4.p.114
“ρεδόθη ἀνεχώρησεν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν “λιλαίαν.”

ὁ δὲ Μάρκος ὡσαύτως “μετὰ δὲ τὸ “παραδοθῆναι” φησὶν “Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς “τὴν Γαλιλαίαν.” καὶ ὁ Λουκᾶς δὲ, πρὶν ἄρξασθαι τῶν τοῦ Ἰησοῦ πράξεων, παραπλησίως ἐπιτηρεῖ φάσκων ὡς ἄρα προσθεὶς Ἡρώδης οἷς διεπράξατο πονηροῖς κατέκλεισε τὸν Ἰωάννην ἐν φυλακῇ.

παρακληθέντα δὴ οὖν τούτων ἕνεκά φασι τὸν ἀπόστολον Ἰωάννην τὸν ὑπὸ τῶν προτέρων εὐαγγελιστῶν παρασιωπηθέντα χρόνον καὶ τὰ κατὰ τοῦτον πεπραγμένα τῷ σωτῆρι (ταῦτα δ’ ἦν τὰ πρὸ τῆς τοῦ βαπτιστοῦ καθείρξεως) τῷ κατ’ αὐτὸν εὐαγγελίῳ παραδοῦναι, αὐτό τε τοῦτ’ ἐπισημήνασθαι, τοτὲ μὲν φήσαντα ‘ταύτην ἀρχὴν ἐποίησε τῶν παραδόξων ὁ Ἰησοῦς,” τοτὲ δὲ μνημονεύσαντα τοῦ βαπτιστοῦ μεταξὺ τῶν τοῦ Ἰησοῦ πράξεων, ὡς ἔτι τότε βαπτίζοντος ἐν Αἰνῶν ἐγγὺς τοῦ Σαλεὶμ, σαφῶς τε τοῦτο δηλοῦν ἐν τῷ λέγειν “οὔπω γὰρ ἦν, φησὶν, Ἰωάννης βεβλημένος “φυλακήν.