Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
τί με φεύγεις, τέκνον, τὸν σαυ- “τοῦ πατέρα, τὸν γυμνὸν, τὸν γέροντα; ἐλέησόν με, “τέκνον, μὴ φοβοῦ. ἔχεις ἔτι ζωῆς ἐλπίδα. ἐγὼ “Χριστῷ λόγον δώσω ὑπὲρ σοῦ, ἂν δέῃ, τὸν σὸν θά- “νατον ἑκὼν ὑπομενῶ, ὡς ὁ κύριος τὸν ὑπὲρ ἡμῶν. “ὑπὲρ σοῦ τὴν ψυχὴν ἀντιδώσω τὴν ἐμήν. στῆθι, “πίστευσον, Χριστός με ἀπέστειλεν.
ὁ δὲ ἀκού- “σας πρῶτον μὲν ἔστη κάτω βλέπων, εἶτα ἔρριψε τὰ “ὅπλα, εἶτα τρέμων ἔκλαιε πικρῶς. προσελθόντα δὲ “τὸν γέροντα περιέλαβεν, ἀπολογούμενος ταῖς οἰμω- “γαῖς ὡς ἐδύνατο καὶ τοῖς δάκρυσι βαπτιζόμενος ἐκ “δευτέρου, μόνην ἀποκρύπτων τὴν δεξιάν.
ὁ δ᾿ “ἐγγυώμενος, ἐπομνύμενος, ὡς ἄφεσιν αὐτῷ παρὰ “τοῦ σωτῆρος ηὕρηται, δεόμενος, γονυπετῶν, αὐτὴν “τὴν δεξιὰν ὡς ὑπὸ τῆς μετανοίας κεκαθαρμένην κα- “ταφιλῶν, ἐπὶ τὴν ἐκκλησίαν ἐπανήγαγε, καὶ δαψι- “λέσι μὲν εὐχαῖς ἐξαιτούμενος, συνεχέσι δὲ νηστείαις “συναγωνιζόμενος, ποικίλαις δὲ σειρῆσι λόγων κατε- “πᾴδων αὐτοῦ τὴν γνώμην οὐ πρότερον ἀπῆλθεν, ὥς “φασι, πρὶν αὐτὸν ἀποκατέστησε τῇ ἐκκλησίᾳ, διδοὺς
[Nic. H. E. II, 45] Ταῦτα τοῦ Κλήμεντος, ἱστορίας ὁμοῦ καὶ ὠφελείας τῆς τῶν ἐντευξομένων ἕνεκεν, ἐνταῦθά μοι κείσθω. φέρε δὲ καὶ τοῦδε τοῦ ἀποστόλου τὰς ἀναντιρρήτους ἐπισημηνώμεθα γραφάς.
καὶ δὴ τὸ κατ᾿ αὐτὸν εὐαγγέλιον ταῖς ὑπὸ τὸν οὐρανὸν διεγνωσμένον ἐκκλησίαις πρῶτον ἀνωμολογήσθω. ὅτι γε μὴν εὐλόγως πρὸς τῶν ἀρχαίων ἐν τετάρτῃ μοίρᾳ τῶν ἄλλων τριῶν κατείλεκται, ταύτῃ ἂν γένοιτο δῆλον.
οἱ θεσπέσιοι καὶ ὡς ἀληθῶς θεοπρεπεῖς, φημὶ δὲ τοῦ Χριστοῦ τοὺς ἀποστόλους, τὸν βίον ἄκρως κεκαρθαρμένοι, καὶ ἀρετῇ πάσῃ τὰς ψυχὰς κεκοσμημένοι, τὴν δὲ γλῶτταν ἰδιωτεύοντες, τῇ γε μὴν πρὸς τοῦ σωτῆρος αὐτοῖς δεδωρημένῃ θείᾳ καὶ παραδοξοποιῷ δυνάμει θαρσοῦντες, τὸ μὲν ἐν περινοίᾳ καὶ τέχνῃ λόγων τὰ τοῦ διδασκάλου μαθήματα πρεσβεύειν οὔτε ᾔδεσαν οὔτε ἐνεχείρουν, τῃ δὲ τοῦ θείου πνεύματος τοῦ συνεργοῦντος αὐτοῖς~ ἀποδείξει καὶ τῇ δι᾿ αὐτῶν συντελουμένῃ θαυματουργῷ τοῦ Χριστοῦ δυνάμει μόνῃ χρώμενοι, τῆς τῶν οὐρανῶν βασιλείας τὴν γνῶσιν ἐπὶ πᾶσαν κατήγγελλον τὴν οἰκουμένην, σπουδῆς τῆς περὶ τὸ λογογραφεῖν μικρὰν ποιούμενοι φροντίδα.
καὶ τοῦτ᾿ ἔπραττον ἅτε μείζονι καὶ ὑπὲρ ἄνθρωπον ἐξυπηρετούμενοι διακονίᾳ. ὁ γοῦν Παῦλος πάντων ἐν παρασκευῇ λόγων δυνατώτατος νοήμασί τε ἱκανώτατος γεγονὼς, οὐ πλέον τῶν βραχυτάτων ἐπιστολῶν γραφῇ παρα δέδωκε, καίτοι μυρία γε καὶ ἀπόρρητα λέγειν ἔχων, ἅτε τῶν μέχρις οὐρανοῦ τρίτου θεωρημάτων ἐπιψαύσας, ἐπ᾿ αὐτόν τε τὸν θεοπρεπῆ παράδεισον ἀναρ-