Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
φέρε δ᾿ ἐπὶ τοῦ παρόντος ἤδη καὶ τὰ μετὰ τὴν ἀνάληψιν αὐτοῦ διασκεψώμεθα, τὰ μὲν ἐκ τῶν θείων παρασημαινόμενοι γραμμάτων, τὰ δ᾿ ἔξωθεν προσιστοροῦντες ἐξ ὧν κατὰ καιρὸν μνημονεύσομεν ὑπομνημάτων.
[Nic. H. E. II, 1—6] Πρῶτος τοιγαροῦν εἰς τὴν ἀποστολὴν ἀντὶ τοῦ προδότου Ἰούδα κληροῦται Ματθίας, εἷς καὶ αὐτὸς, ὡς δεδήλωται, τῶν τοῦ κυρίου γενόμενος μαθητῶν. καθίστανται δὲ δι᾿ εὐχῆς καὶ χειρῶν ἐπιθέσεως τῶν ἀποστόλων εἰς διακονίαν, ὑπηρεσίας ἕνεκα τοῦ κοινοῦ, ἄνδρες δεδοκιμασμένοι τὸν ἀριθμὸν ἑπτὰ οἱ ἀμφὶ τὸν Στέφανον, ὃς καὶ πρῶτος μετὰ τὸν κύριον, ἅμα τῇ χειροτονίᾳ, ὥσπερ εἰς αὐτὸ τοῦτο προαχθεὶς, λίθοις εἰς θάνατον πρὸς τῶν κυριοκτόνων βάλλεται, καὶ ταύτῃ πρῶτος τὸν αὐτῷ φερώ-
τότε δῆτα καὶ Ἰάκωβον, τὸν τοῦ κυρίου λεγόμενον ἀδελφὸν ὅτι δὴ καὶ οὗτος τοῦ Ἰωσὴφ ὠνόμαστο παῖς· τοῦ δὲ Χριστοῦ πατὴρ , ὁ Ἰωσὴφ , ᾧ μνηστευθεῖσα ἡ παρθένος , πρὶν ἢ συνελθεῖν αὐτοὺς, ηὕρητο ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου , ὡς ἡ ἱερὰ τῶν εὐαγγελίων διδάσκει γραφή), τοῦτον δὴ τὸν Ἰάκωβον, ὃν καὶ δίκαιον ἐπίκλην οἱ πάλαι δι’ ἀρετῆς ἐκάλουν προτερήματα, πρῶτον ἱστοροῦσι τῆς ἐν Ἰεροσολύμοις ἐκκλησίας τὸν τῆς ἐπισκοπῆς ἐγχειρισθῆναι θρόνον.
Κλήμης δὲ ἐν ἕκτῳ τῶν ἐγχειρισθῆναι γράφων ὧδε παρίστησι ‘Πέτρον “ γάρ φησι καὶ Ἰάκωβον καὶ Ἰωάννην μετὰ τὴν ἀνά΄ληψιν τοὐ σωτῆρος, ὡσὰν καὶ ὑπὸ τοῦ κυρίου προτετιμημένους, μὴ ἐπιδικάζεσθαι δόξης, ἀλλ’ Ἰáκω- “ βον τὸν δίκαιον ἐπίσκοπον Ἰεροσολύμων ἑλέσθαι.’’
ὁ δ’ αὐτὸς ἐν ἑβδόμῳ τῆς αὐτῆς ὑποθέσεως ἔτι καὶ ταῦτα περὶ αὐτοῦ φησιν “Ἰακώβῳ τῷ δικαίῳ καὶ Ἰωάννῃ καὶ Πέτρῳ μετὰ τὴν ἀνάστασιν παρέδωκε “ τὴν γνῶσιν ὁ κύριος , οὗτοι τοῖς λοιποῖς ἀποστόλοις παρέδωκαν, οἱ δὲ λοιποὶ ἀπόστολοι τοῖς ἑβδομήκοντα, ὧν εἷς ἦν καὶ Βαρνάβας.
δύο δὲ γεγόνασιν Ἰάκωβοι, εἷς ὁ δίκαιος, ὁ κατὰ τοῦ πτερυγίου βληθεὶς καὶ ὑπὸ γναφέως ξύλω πληγεὶς εἰς θάνατον, ἕτερος δὲ ὁ καρατομηθείς.’’ αὐτοῦ δὴ τοῦ δικαίου καὶ ὁ Παῦλος μνημονεύει γράφων “ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον , εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.’
ἐν τούτοις καὶ τὰ τῆς τοῦ σωτῆρος ἡμῶν πρὸς τὸν τῶν Ὀσροηνῶν βασιλέα τέλος ἐλάμβανεν ὑποσχέσεως. ὁ γοῦν Θωμᾶς τὸν Θαδδαῖον [*](7 Mattli. 1, 18. 26 Gal. 1, 19.)