Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ὁ δὲ τοῖς τόποις ἐπιστὰς τόν τε Ἄβ- γαρον ἰᾶται τῷ Χριστοῦ λόγῳ καὶ τοὺς αὐτόθι πάν- τας τοῖς τῶν θαυμάτων παραδόξοις ἐκπλήττει, ἱκα- νῶς τε αὐτοὺς τοῖς ἔργοις διαθεὶς, καὶ ἐπὶ σέβας ἀγαγὼν τῆς τοῦ Χριστοῦ δυνάμεως, μαθητὰς τῆς σωτηρίου διδασκαλίας κατεστήσατο· εἰσέτι τε νῦν ἐξ ἐκείνου ἡ πᾶσα τῶν ᾿Εδεσσηνῶν πόλις τῇ Χριστοῦ προσανάκεται προσηγορίᾳ, οὐ τὸ τυχὸν αὐτοὺς εὐεργε- δεῖγμα τῆς τοῦ σωτῆρος ἡμῶν καὶ εἰς αὐτοὺς εὐεργε- σίας.

καὶ ταῦτα μὲν ὡς ἐξ ἀρχαίων ἱστορίας εἰρή- σθω, μετίωμεν δ᾿ αὖθις ἐπὶ τὴν θείαν γραφήν. γενο- μένου δῆτα ἐπὶ τῇ τοῦ Στεφάνου μαρτυρίᾳ πρώτου καὶ μεγίστου πρὸς αὐτῶν ᾿Ιουδαίων κατὰ τῆς ἐν ῾Ιερο- σολύμοις ἐκκλησίας διωμοῦ, πάντων τε τῶν μαθη- τῶν πλὴν ὅτι τῶν δώδεκα μόνων ἀνὰ τὴν ᾿Ιουδαίαν τε καὶ Σαμάρειαν διασπαρέντων τινὲς, ᾗφησιν ἡ θεία γραφὴ, διελθόντες ἕως Φοινίκης καὶ Κύπρου καὶ ᾿Αντιοχείας, οὔπω μὲν ἔθνεσιν οἷοί τε ἦσαν τοῦ τῆς πίστεως μεταδιδόναι λόγου τολμᾶν, μόνοις δὲ τοῦτον ᾿Ιουδαίοις κατήγγελλον.

τηνικαῦτα καὶ Παῦ- λος ἐλυμαίνετο εἰσέτι καὶ τότε τὴν ἐκκλησίαν, κατ᾿ οἴκους τῶν πιστῶν εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας καὶ εἰς φυλακὴν παραδιδούς.

ἀλλὰ καὶ Φίλιππος, εἷς τῶν ἅμα Στεφάωῳ προχειρισθέν- των εἰς τὴν διακονίαν, ἐν τοῖς διασπαρεῖσι γενόμε- νος, κάτεισιν εἰς τὴν Σαμάρειαν, θείας τε ἔμπλεως ὢν δυνάμεως κηρύττει πρῶτος τοῖς αὐτόθι τὸν λόγον. [*](15 Act. 11, 19.)

v.4.p.47
τοσαύτη δ’ αὐτῷ θεία συνήργει χάρις ὡς καὶ Σίμωνα τὸν μάγον μετὰ πλείστων ὅσων τοῖς αὐτοῦ λόγοις ἑγχθῆναι

ἐπὶ τοσοῦτον δ’ ὁ Σίμων βεβοημένος κατ’ εκεῖνο καιροῦ τῶν ἠπατημένων ἐκράτει γοητείᾳ ὡς τὴν μεγάλην αὐτὸν ἡγεῖσθαι εἶναι δύναμιν τοῦ θεοῦ. τότε δ’ οὖν καὶ οὕτος τὰς ὑπὸ τοῦ Φιλίππου δυνάμει θείᾳ τελουμένας καταπλαγεὶς παραδοξοποιίας παραδύεται, καὶ μέχρι λουτροῦ τὴν εἰς Χριστὸν πίστιν καθυποκρίνεται.

ὃ καὶ θαυμάζειν ἄξιον εἰς δεῦρο γινόμενον πρὸς τῶν ἔτι καὶ νῦν τὴν ἀπ’ ἐκείνου μιαρωτάτην μετιόντων αἵρεσιν, οἱ τῇ τοῦ σφῶν προπάτορος μεθόδῳ τὴν ἐκκλησίαν λοιμώδους καὶ ψωραλέας νόσου δίκην ὑποδυόμενοι τὰ μέγιστα λυμαίνονται τοὺς οἶς ἐναπομάξασθαι οἷοί τε ἂν εἶεν τὸν ἐν αὐτοῖς ἀποκεκρυμμένον δυσαλθῆ καὶ χαλεπὸν ἰόν. ἤδη γέ τοι πλείους τούτων ἀπεώσθησαν , ὁποῖοί τινες ἦσαν τὴν μοχθηρίαν ἁλόντες, ὥσπερ οὖν καὶ ὁ Σίμων αὐτὸς πρὸς τοῦ Πέτρου καταφωραθεὶς ὃς ἣν τὴν προσήκουσαν ἔτισε τιμωρίαν.

ἀλλὰ γὰρ εἰς αὔξην ὁσημέραι προἰ·όντος τοῦ σωτηρίου κηρύγματος οἰκονομία τις ἦγεν καὶ ἀπὸ τῆς Αἰθιόπων τῶν τῆς αὐτόθι βασιλίδος, κατά τι πάτριον ἔθος ὑπὸ γυναικὸς τοῦ ἔθνους εἰσέτι νῦν βασιλευομένου , δυνάστην · ὃν πρῶτον ἐξ ἐθνῶν πρὸς τοῦ Φιλίππου δι’ ἐπιφανείας τὰ τοῦ θείου λόγου ὄργια μετασχόντα , τῶν τε ἀνὰ τὴν οἰκουμένην πιστῶν ἀπαρχὴν γενόμενον , πρῶτον κατέχει λόγος ἐπὶ τὴν πάτριον παλινοστήσαντα γῆν εὐαγγελίσασθαι τὴν το τῶν ὅλων θεοῦ γνῶσιν, καὶ τὴν ζωοποιὸν εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν ἐπιδημίαν, ἔργῳ πληρωθείσης δι’ αὐτοῦ τῆς “ Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ” περιεχούσης προφητείας.