Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
ἄκουε δ᾿ οὖν οἷα καὶ [*](12 Philo vol. 2. p. 596.)
v.4.p.54
οὗτος ἐν δευτέρῳ τοῦ Ἰουδαϊκοῦ πολέμου αὐταῖς συλλαβαῖς δηλοῖ λέγων πεμφθεὶς δὲ εἰς Ἰουδαίαν ἐπί- “τροπος ὑπὸ Τιβερίου Πιλᾶτος νύκτωρ κεκαλυμμένας “ εἰς Ἱεροσόλυμα παρεισκομίζει τὰς Καίσαρος εἰκόνας· “ σημαῖαι καλοῦνται. τοῦτο μεθ’ ἡμέραν μεγίστην “ταραχὴν ἤγειρε τοῖς Ἰουδαίοις. οἱ γὰρ ἐγγὺς πρὸς “ τὴν ὄψιν ἐξεπλάγησαν, ὡς πεπατημένων αὐτοῖς τῶν νόμων. οὐδὲν γὰρ ἀξιοῦσιν ἐν τῇ πόλει δείκηλον “τίθεσθαι.’’ταῦτα δὲ συγκρίνας τῇ τῶν εὐαγγελίων γραφῇ εἴσῃ ὡς οὐκ εἰς μακρὸν αὐτοὺς μετῆλθεν, ἣν ἔρρηξαν ἐπ’ αὐτοῦ Πιλάτου φωνὴν, δι’ ἧς οὐκ ἄλλον ἢ μόνον ἔχειν ἐπεβόων Καίσαρα βασιλέα