Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
“τοσαύτη μὲν οὖν “τις ἡ τοῦ Γαΐου περὶ τὸ ἦθος ἦν ἀνωμαλία πρὸς “ἅπαντας, διαφερόντως δὲ πρὸς τὸ Ἰουδαίων γένος, “ᾧ χαλεπῶς ἀπεχθανόμενος τὰς μὲν ἐν ταῖς ἄλλαις “πόλεσι προσευχὰς, ἀπὸ τῶν κατ᾿ Ἀλεξάνδρειαν ἀρξά- “μενος, σφετερίζεται καταπλήσας εἰκόνων καὶ ἀνδρι- “άντων τῆς ἰδίας μορφῆς, (ὁ γὰρ ἑτέρων ἀνατιθέντων “ἐφιεὶς αὐτὸς ἱδρύετο δυνάμει), τὸν δ᾿ ἐν τῇ ἱερᾷ “πόλει νεὼν, ὃς λοιπὸν ἦν ἄψαυστος, ἀσυλίας ἠξιω- “μένος τῆς πάσης, μεθηρμόζετο καὶ μετεσχημάτιζεν “εἰς οἰκεῖον ἱερὸν, ἵνα Διὸς ἐπιφανοῦς νέου χρημα- “τίζῃ Γαΐου.”
μυρία μὲν οὖν ἄλλα δεινὰ καὶ πέρα πάσης διηγήσεως ὁ αὐτὸς κατὰ τὴν Ἀλεξάνδρειαν συμβεβηκότα Ἰουδαίοις ἐπὶ τοῦ δηλουμένου ἐν δευτέρῳ συγγράμματι ᾧ ἐπέγραψε “περὶ ἀρετῶν” ἱστορεῖ. συνᾴδει δ᾿ αὐτῷ καὶ ὁ Ἰώσηπος, ὁμοίως ἀπὸ τῶν Πιλάτου χρόνων καὶ τῶν κατὰ τοῦ σωτῆρος ἡμῶν τετολμημένων τὰς κατὰ παντὸς τοῦ ἔθνους ἐνάρξασθαι σημαίνων συμφοράς.