Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
εἰς δὲ τὴν ἔξοδον ἔγνωμεν αὐτοῦ ζητημάτων καὶ λύσεων πρῶτον, δεύτερον, τρίτον , τέταρτον , πέμπτον. καὶ τὸ περὶ τῆς σκηνῆς , τό τε περὶ τῶν δέκα λογίων, καὶ τὰ περὶ τῶν ἀναφερομένων ἐν εἴδει νόμων εἰς τὰ συν- τείνοντα κεφάλαια τόν δέκα λόγων, ἁ β΄ γ’ δ’. καὶ τὸ περὶ τῶν εἰς τὰς ἱερουργίας ζῴων , καὶ τίνα τὰ τῶν θυσιῶν εἴδη. καὶ τὸ περὶ τῶν προκειμένων ἐν τῷ νόμῳ τοῖς μὲν ἀγαθοῖς ἄθλων, τοῖς δὲ πονηροῖς ἐπιτιμίων καὶ ἀρῶν
πρὸς τούτοις ἅπασι καὶ μονόβιβλα αὐτοῦ φέρεται, ὡς τὸ περὶ προνοίας , καὶ ὁ περὶ Ἰουδαίων αὐτῷ συνταχθεὶς λόγος , καὶ ὁ πολιτικός· ἔτι τε ὁ Ἀλέξανδρος , ἢ περὶ τοῦ λόγον ἔχειν τὰ ἄλογα ζῷα. ἐπὶ τούτοις ὁ περὶ τοῦ δοῦλον εἶναι πάντα φαῦλον , ᾧ ἑξῆς ἐστιν ὁ περὶ τοῦ πάντα σπουδαῖον ἐλεύθερον εἶναι.
μεθ’ οὓς συντέτακται αὐτῷ ὁ περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν , ἐξ οὗ τὰ περὶ τοῦ βίου τῶν ἀποστολικῶν ἀνδρῶν διεληλύθαμεν· καὶ τῶν ἐν νόμῳ δὲ καὶ προφήταις Ἑβραϊκῶν ὀνομάτων αἶ ἑρμηνεῖαι τοῦ αὐτοῦ σπουδαὶ εἶναι λέγονται.
οὗτος μὲν οὖν κατὰ Γάϊον ἐπὶ τῆς Ῥώμης ἀφικόμενος τὰ περὶ τῆς Γαΐου θεοστυγίας αὐτῷ γραφέντα, ἃ μετὰ ἤθους καὶ εἰρωνείας περὶ ἀρετῶν ἐπέγραψεν, ἐπὶ πάσης λέγεται τῆς Ῥωμαίων συγκλήτου κατὰ Κλαύδιον διελθεῖν, ὡς καὶ τῆς ἐν βιβλιοθήκαις ἀναθέσεως θαυμασθέντας αὐτοῦ καταξιωθῆναι τοὺς λόγους.