Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. II, 17-18] Πολύς γε μὴν τῷ λόγῳ καὶ πλατὺς ταῖς διανοίαις , ὑψηλός τε ὢν καὶ μετέωρος ἐν ταῖς εἰς τὰς θείας γραφὰς θεωρίαις γεγενημένος, ποικίλην καὶ πολύτροπον τῶν ἱερῶν λόγων πεποίηται τὴν ὑφήγησιν· τοῦτο μὲν εἱρμῷ καὶ ἀκολουθίᾳ, τὴν τῶν εἰς τὴν γένεσιν διεξελθὼν πραγματείαν, ἐν οἶς ἐπέγραψε νόμων ἱερῶν ἀλληγορίαις, τοῦτο δὲ, κατὰ μέρος διαστολὰς κεφαλαίων τῶν ἐν ταῖς γραφαῖς ζητουμένων , ἐπιστάσεις τε καὶ διαλύσεις ποιούμενος, ἐν οἷς καὶ αὐτοῖς καταλλήλως τῶν έν γενέσει καὶ τῶν ἐν ἐξαγωγῇ ζητημάτων τε καὶ λύσεων τέθειται τὴν ἐπιγραφήν.
ἔστι δ’ αὐτῷ παρὰ ταῦτα προβλημάτων τινῶν ἰδίως πεπονημένα σπουδάσματα, οἷά ἐστι τὰ περὶ γεωργίας δύο, καὶ τὰ περὶ μέθης τοσαῦτα, καὶ ἄλλα ἄττα διαφόρου καὶ οἰκείας ἐπιγραφῆς ἠξιωμένα, οἷος ὁ περὶ ὧν νήψας ὁ νοῦς εὔχεται καὶ καταρᾶται , καὶ ὁ περὶ συγχύσεως τῶν διαλέκτων, καὶ ὁ περὶ φυγῆς καὶ αἱρέσεως, καὶ ὁ περὶ φύσεως καὶ εὑρέσεως, καὶ ὁ περὶ τῆς πρὸς τὰ παιδεύματα συνόδου , περί τε τοῦ τίς ὁ τῶν θείων ἐστὶ κληρονόμος , ἢ περὶ τῆς εἰς τὰ ἴσα καὶ ἐναντία τὸ ’μῆς, καὶ ἔτι ὁ περὶ τῶν τριῶν ἀρετῶν, ἃς σὺν ἄλλ’ ἀνέγραψε Μωυσῆς.
πρὸς τούτοις ὁ περὶ τ’ μετονομαζομένων καὶ ὧν ἕνεκα μετονομάζονται, ᾧ φησι συντεταχέναι καὶ περὶ διαθηκῶν πρῶτον κ’ δεύτερον.
ἔστι δ’ αὐτοῦ καὶ περὶ ἀποικίας, καὶ βίου σοφοῦ τοῦ κατὰ δικαιοσύνην τελειωθέντος, ἢ νόμων ἀγράφων. καὶ ἔτι περὶ γιγάντων, ἢ περὶ τοῦ μὴ τρέπεσθαι τὸ θεῖον, περί τε τοῦ κατὰ