Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

μία τε ἦν θείου πνεύματος διὰ πάντων τῶν μελῶν χωροῦσα δύναμις, καὶ ψυχὴ τῶν πάντων μία, καὶ προθυμία πίστεως ἡ αὐτὴ, καὶ εἷς ἐξ ἁπάντων θεολογίας ὕμνος· ναὶ μὴν καὶ τῶν προηγουμένων ἐντελεῖς θρησκεῖαι, ἱερουργίαι τε τῶν ἱερωμένων, καὶ θεοπρεπεῖς ἐκκλησίας θεσμοὶ, ὧδε [*](23 Ezech. 37, 7.)

v.4.p.450
μὲν ψαλμῳδίαις καὶ ταῖς λοιπαῖς τῶν θεόθεν ἡμῖν παραδοθεισῶν φωνῶν ἀκροάσεσιν, ὧδε δὲ θείαις καὶ μυστικαῖς ἐπιτελουμέναις διακονίαις· σωτήριον τε ἦν πάθους ἀπόρρητα σύμβολα.

ὁμοῦ δὲ πᾶν γένος ἡλικίας ἄρρενός τε καὶ θήλεος φύσεως ὅλῃ διανοίας ἰσχύι· δι’ εὐχῶν καὶ εὐχαριστίας γεγηθότι νῷ καὶ ψυχῇ τὸν τῶν ἀγαθῶν παραίτιον θεὸν ἐγέραιρον. ἐκίνει δὲ καὶ λόγους ἅπας τῶν παρόντων ἀρχόντων πανηγυρικοὺς, ὡς ἑκάστῳ παρῆν δυνάμεως, θειάζων τὴν πανήγυριν.