Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VII, 40] ἐπὶ δὲ τούτοις τὸ πᾶσιν εὐκταῖον ἡμῖν καὶ ποθούμενον συνεκροτεῖτο θέαμα, ἐγκαινίων ἑορταὶ κατὰ πόλεις, καὶ τῶν ἄρτι νεοπαγῶν προσευκτηρίων ἀφιερώσεις ἐπισκόπων τε ἐπὶ ταὐτὸ συνηλύσεις, τῶν πόρρωθεν ἐξ ἀλλοδαπῆς συνδρομαὶ, λαῶν εἰς λαοὺς φιλοφρονήσεις, τῶν Χριστοῦ σώματος μελῶν εἰς μίαν συνιόντων ἁρμονίαν ἕνωσις.

συνήγετο δ’ οὖν ἀκολούθως προρρήσει προφητικῇ μυστικῶς τὸ μέλλον προσημαινούσῃ “ὀστέον πρὸς ὀστέον καὶ ἁρμονία πρὸς ἁρμονίαν,’’ καὶ ὅσα θεσπίζων ὁ λόγος δι’ αἰνιγμάτων ἀψευδῶς προανετείνετο.