Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν ἱστοριῶν τὰ παραπλήσια περὶ τοῦ αὐτοῦ παραδίδωσι , ὧδέ πως γράφων“ ἔνθεν αὐ- “ τοῦ τὸ σῶμα πὰν ἡ νόσος διαλαβοῦσα ποικίλοις πά- “ θέσιν ἐμέριζεν. πυρετὸς μὲν γὰρ ἦν οὐ λάβρος, ‘κνησμὸς δ’ ἀφόρητος τῆς ἐπιφανείας ὅλης, καὶ κώλου “ ἀλγηδόνες , περί τε τοὺς πόδας ὡς ὑδρω- “πιπωντος οἰδήματα, τοῦ τε ἤτρου φλεγμονὴ, καὶ αἰδοίου σηπεδὼν σκώληκας · γεννῶσα. πρὸς τούτοις “ ὀρθόπνοια καὶ δύσπνοια καὶ σπᾷς μοὶ πάντων τῶν “ μελῶν 5 ὥστε τοὺς ἐπιθειάζοντας ποινὴν εἶναι τὰ ‘νοσήματα λέγειν.

ὁ δὲ παλαίων τοσούτοις πάθε- “σιν ὅμως τοῦ ζῆν ἀντείχετο, σωτηρίαν τε ἤλπιζε, “καὶ θεραπείας ἐπενόει. διαβὰς γοῦν τὸν Ἰορδάνην τοῖς κατὰ Καλλιρρόην θερμοῖς ἐχρῆτο. ταῦτα δὲ “ ἔξεισι μὲν εἰς τὴν Ἀσφαλτῖτιν λίμνην, ὑπὸ γλυκύ- “τητος δέ ἐστι καὶ πότιμα.

δόξαν δ’ ἐνταῦθα τοῖς “ἰατροῖς ἐλαίῳ θερμῷ πὰν ἀναθάλψαι τὸ σῶμα χα- “ λασθὲν εἰς ἐλαίου πλήρη πύελον ἐκλύει τοὺς ὀφθαλ- “ μοὺς καὶ ὡς τεθνεὼς ἀνέστρεψεν. θορύβου δὲ τῶν θεραπόντων γενομένου πρὸς μὲν τὴν κραυγὴν ἀνή- “ νεγκεν, εἰς δὲ τὸ λοιπὸν ἀπογνοὺς τὴν σωτηρίαν, τοῖς τε στρατιώταις ἀνὰ δραχμὰς πεντήκοντα έκέ- “ λευσε διανεῖμαι, καὶ πολλὰ χρήματα τοῖς ἡγεμόσι καὶ τοῖς φίλοις.

αὐτὸς δ’ ὑποστρέφων εἰς ‘Ιεριχοῦντα παραγίνεται, μελαγχολῶν ἤδη, καὶ μονονουχὶ [*](7 B. I. I, 33, 5.)

v.4.p.32
“ αὐτῷ τι τῷ θανάτῳ ἀπειλῶν προέκοψεν εἰς ἐπιβολὴν “ἀθεμίτου πράξεως. τοὺς γὰρ ἀφ’ ἑκάστης κώμης “ ἐπισήμους ἄνδρας ἐξ ὅλης Ἰουδαίας συναγαγὼν εἰς “ τὸν καλούμενον ἱππόδρομον ἐκέλευσε συγκλεῖσαι. “