Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

προσκαλεσάμενος δὲ Σαλώμην τὴν ἀδελφὴν καὶ “ τὸν ἄνδρα ταύτης Ἀλέξανδρον οἶδα ἔφη Ἱουδαί- “ ους τὸν ἐμὸν ἑορτάσοντας θάνατον. δύναμαι δὲ πεν- ‘θεῖσθαι δι’ ἑτέρων καὶ λαμπρὸν ἐπιτάφιον σχεῖν, ἄν ὑμεῖς θελήσητε ταῖς ἐμαῖς ἐντολαῖς ὑπουργῆσαι. “ τοὺς δὲ φρουρουμένους ἄνδρας, ἐπειδὰν ἐκπνεύ- “ σω, τάχιστα κτείνατε περιστήσαντες τοὺς στρατιώ- “ τας, ἵνα πᾶσα Ἰουδαία καὶ πᾶς οἶκος καὶ ἄκων ἐπ’ “ἐμοὶ δακρύσῃ.‘”

καὶ μετὰ βραχέα φησίν “αὖθις δὲ, καὶ γὰρ ἐνδείᾳ τροφῆς καὶ βηχὶ σπασμώδει διε- “ τείνετο, τῶν ἀλγηδόνων ἡττηθεὶς φθάσαι τὴν εἶμαρ- “ ἐπεβάλετο. λαβὼν δὲ μῆλον ᾔτησε καὶ μαχαί- ‘ριον· εἰώθει γὰρ ἀποτέμνων ἐσθίειν· ἔπειτα περια- “ θρήσας, μή τις ὁ κωλύων αὐτὸν εἴη, ἐπῆρε τὴν δεξιὰν “ ὡς πλήξων ἑαυτόν.”

ἐπὶ δὲ τούτοις ὁ αὐτὸς ἱστορεῖ συγγραφεὺς ἕτερον αὐτοῦ γνήσιον παῖδα πρὸ τῆς ἐσχάτης τοῦ βίου τελευτῆς, τρίτον ἐπὶ δυσὶν ἤδη προανῃρημένοις , δι’ ἐπιτάξεως ἀνελόντα παραχρῆμα τὴν ζωὴν οὐ μετὰ σμικρῶν ἀλγηδόνων ἀπορρῆξαι.

καὶ τοιοῦτο μὲν τὸ πέρας τῆς Ἡρώδου γέγονε τελευτῆς, ποινὴν δικαίαν ἐκτίσαντος ὣν ἀμφὶ τὴν Βηθλεὲμ ἀνεῖλε παίδων, τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιβου- λῆς ἕνεκα. μεθ’ ἣν ἄγγελος ὄναρ ἐπιστὰς ἐν Αἰγύπτῳ διατρίβοντι τῷ Ἰωσὴφ ἀπᾶραι ἅμα τῷ παιδὶ καὶ τῇ τούτου μητρὶ ἐπὶ Ἰουδαίαν παρακελεύεται, τεθνηκέναι δηλῶν τοὺς ἀναζητοῦντας τὴν ψυχὴν τοῦ παι- [*](20 loseph. A. I. XVII, 7. B. I. I, 33, 7.)

v.4.p.33
δίου. τούτοις δ’ ὁ εὐαγγελιστὴς ἐπιφέρει λέγων ‘ ἀκούσας δ’ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρώδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ’ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας.”