Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
διὸ καὶ Ἠράκλειτος οὐκ ἄπο σκοποῦ φησιν‘ αὐγὴ ξηρὴ, ψυχὴ σοφω- τάτη καὶ ἀρίστη.’’ τεκμηριώσαιτο δ’ ἄν τις καὶ ἐκ τοῦ τοὺς μὲν νήφοντας καὶ ὀλιγοδεεῖς συνετωτέρους εἶναι, τοὺς δὲ ποτῶν ἀεὶ καὶ σιτίων ἐμπιπλαμένους ἥκιστα φρονίμους, ἅτε βαπτιζομένου τοῖς ἐπιοῦσι τοῦ λογισμοῦ.
διὸ κατὰ τὴν βάρβαρον ἔρνη μὲν
ἰχθύων δὲ καὶ ὀρνίθων καὶ χερσαίων γένη ζῴων οὐκ ἔστιν ἐγκλήματα φύσεως ἐφ᾿ ἡδονὴν παρακαλούσης, ἀλλὰ δεινὸς ψόγος τῆς ἡμῶν αὐτῶν ἀκρασίας. ἀναγκαῖον μὲν γὰρ ἦν εἰς τὴν τοῦ ὅλου συμπλήρωσιν, ἵνα γένηται κόσμος ἐν ἑκάστῳ μέρει, φῦναι ζῴων ἰδέας ἁπάντων· οὐκ ἀναγκαῖον δὲ ἐπὶ τὴν τούτων ἀπόλαυσιν ὁρμῆσαι τὸ σοφίας συγγενέστατον χρῆμα τὸν ἄνθρωπον, μεταβαλόντα εἰς ἀγριότητα θηρίων.
διὸ καὶ μέχρι νῦν οἷς λόγος ἐγκρατείας ἁπαξαπάντων ἀπέχονται, λαχανώδει χλόῃ καὶ καρποῖς δένδρων προσοψήμασιν ἡδίστῃ ἀπολαύσει χρώμενοι. τοῖς δὲ τὴν τῶν εἰρημένων θοίνην ἡγουμένοις εἶναι κατὰ φύσιν ἐπέστησαν διδάσκαλοι, σωφρονισταὶ, νομοθέται κατὰ πόλεις, οἷς ἐμέλησε τὴν ἀμετρίαν τῶν ἐπιθυμιῶν στεἲλαι, μὴ ἐπιτρέψασι τὴν χρῆσιν ἀδεᾶ πᾶσι πάντων.
εἰ δὲ καὶ ῥόδα καὶ κρόκος καὶ ἡ ἄλλη τῶν ἀνθέων ποικιλία πρὸς ὑγίειαν, οὐ πρὸς ἡδονὴν γέγονεν. ἄπλετοι γὰρ τούτων αἱ δυνάμεις, καὶ καθ᾿ αὑτὰς διὰ τῶν ὀσμῶν ὠφελοῦσιν, εὐωδίας πάντας ἀναπιμπλᾶσαι, καὶ πολὺ μᾶλλον ἐν ταῖς ἰατρικαῖς συνθέσεσι τῶν φαρμάκων. ἔνια γὰρ ἀναμιχθέντα τὰς ἑαυτῶν δυνάμεις ἀριδηλοτέρας παρέχεται, καθάπερ εἰς ζῴου γένεσιν ἡ ἄρρενος καὶ θήλεος μίξις, ἰδίᾳ ἑκατέρου μὴ πεφυκότος ποιεῖν ἅπερ ἄμφω συνελθόντα.
ταῦτ᾿ ἀναγκαίως λέλεκται πρὸς τὰ λοιπὰ τῶν ὑπὸ σοῦ διαπορηθέντων, ἱκανὴν πίστιν ἐργάσασθαι δυνάμενα τοῖς μὴ φιλο-
Ταῦτα μὲν οὖν ἐκ τοῦ δηλωθέντος ἐπετεμό- μην ἀνδρὸς, ὁμοῦ μὲν δεικνὺς οἷοι καὶ κατὰ τοὺς νέους γεγόνασιν Ἑβραίων παῖδες, ὁμοῦ δὲ καὶ τὰ τῆς εὐσεβοῦς αὐτῶν περὶ θεοῦ διαλήψεως, τά τε τῆς πρὸς τοὺς προπάτορας ὁμοφωνίας ἐμφανῆ καθιστάς. ἤδη δ’ ἐντεῦθεν μεταβῆναι καιρὸς καὶ ἐπὶ τὰς τῶν ἔξωθεν περὶ τῶν αὐτῶν μαρτυρίας.
Καὶ τῆς τῶν παρ’ Ἑβραίοις λογίων ἀποδοχῆς οὐκ ἀσυλλογίστως ἡμῖν, κρίσει δὲ καὶ διανοίᾳ ἐξητασμένῃ γεγενημένης , ἐπειδὴ συνῶπται τὰ τῆς ἀποδείξεως, ὥρα συνιδεῖν ὡς καὶ αὐτῶν Ἑλλήνων οἶ μάλιστα διαφανεῖς τῶν καθ’ Ἑβραίους οὐκ ἄπειροι γεγόνασι πραγμάτων , ἀλλ’ οἶ μὲν καὶ τῷ βίῳ τῶν ἀνδρῶν ταῖς τε παρ’ αὐτοῖς φερομέναις ἱστορικαῖς διηγήσεσιν ἀλήθειαν ἐπεμαρτύρησαν, οἱ δὲ καὶ τῆς δογματικῆς ὁμοίως αὐτοῖς ἐφήψαντο θεολογίας.
πρῶτα δὲ τὰ πρῶτα παραθήσομαι , δεικνὺς ὅσοι τῶν Ἑλληνικῶν συγγραφέων ἐπ’ ὀνόματος Ἰουδαίων τε καὶ Ἑβραίων τῆς τε παρ’ αὐτοῖς τὸ παλαιὸν ἀδκουμένης φιλοσοφίας καὶ τῆς ἀνέκαθεν τῶν προπατόρων ἱστορίας ἐμνημόνευσαν.