Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἰ δέ τινες ὑπὸ ῥᾳθυμίας ἄοπλοι καὶ ἀπαράσκευοι ταῖς καταδύσεσι τῶν θηρίων ἀδεῶς ἐνδιαιτῶνται, τῶν συμβαινόντων ἑαυτοὺς, ἀλλὰ μὴ τὴν φύσιν αἰτιάσθωσαν, διότι φυλάξασθαι παρὸν ὠλιγώρησαν. ἤδη γοῦν καὶ ἐν ἱπποδρομίαις εἶδόν τινας εἴξαντας ἀλογιστίᾳ, οἳ, δέον ἐγκαθέζεσθαι καὶ σὺν κόσμῳ θεωρεῖν, ἐν μέσῳ στάντες, ὑπὸ τῆς ῥύμης τῶν τεθρίππων ἀνωσθέντες, ποσὶ καὶ τροχοῖς κατηλοήθη- σαν, ἀνοίας τἀπίχειρα εὑράμενοι.”

“Περὶ μὲν οὖν τούτων ἀπόχρη τὰ λεχθέντα. τῶν δ᾿ ἑρπετῶν τὰ ἰοβόλα γέγονεν οὐ κατὰ πρόνοιαν, ἀλλὰ κατ᾿ ἐπακολούθησιν, ὡς καὶ πρότερον εἶπον. ζωογονεῖται γὰρ, ὅταν ἡ ἐνυπάρχουσα ἰκμὰς μεταβάλῃ πρὸς τὸ θερμότερον. ἔνια δὲ καὶ σῆψις ἐψύχωσεν, ὡς ἕλμινθας μὲν ἡ περὶ τροφὴν, φθεῖρας δ᾿ ἡ ἀπὸ τῶν ἱδρώτων. ὅσα δ᾿ ἐξ οἰκείας ὕλης κατὰ φύσιν σπερματικὴν καὶ προηγουμένην ἔχει γένεσιν, εἰκότως ἐπιγέγραπται πρόνοιαν.

ἤκουσα δὲ καὶ περὶ ἐκείνων διττοὺς λόγους ὡς ἐπ᾿ ὠφελείᾳ τοῦ ἀνθρώπου γεγονότων, οὓς οὐκ ἂν ἐπικρυψαίμην. ἦν δ᾿ ὁ μὲν ἕτερος τοιόσδε· πρὸς πολλὰ τῶν ἰατρικῶν ἔφα-

v.1.p.464
σάν τινες τὰ ἰοβόλα συνεργεῖν καὶ τοὺς μεθοδεὐοντας τὴν τέχνην, εἰς ἃ δεῖ καταχρωμένους αὐτοῖς ἐπιστημόνως, ἀλεξιφαρμάκων εὐπορεῖν, ἐπὶ τῇ τῶν μάλιστα ἐπισφαλῶς ἐχόντων ἀπροσδοκήτῳ σωτηρίᾳ· καὶ μέχρι νῦν ἔστιν ἰδεῖν τοὺς μὴ ῥᾳθύμως καὶ ἀμελῶς λῶς ἰατρεύειν ἐπιχειροῦντας ἐν ταῖς συνθέσεσι τῶν φαρμάκων καταχρωμένους ἑκάστοις οὐ παρέργως.

ὁ δ’ ἕτερος λόγος οὐκ ἰατρικὸς, ἀλλὰ φιλόσοφος ἦν , ὡς ἔοικε. τῷ γὰρ θεῷ ταῦτ’ ἔφασκεν ηύτρεπίσθαι κατὰ τῶν ἁμαρτανόντων κολαστήρια , ὡς δτρατηγοῖς τηγοῖς καὶ ἡγεμόσιν ὕστριχας ἢ σίδηρον· οὑ χάριν ἠρεμοῦντα τὸν ἄλλον χρόνον ἀνερεθίζεσθαι πρὸς ἀλκὴν ἐπὶ τοῖς κατακριθεῖσιν, ὧν ἡ φύσις ἐν τῷ ἀδωροδοκήτῳ δικαστηρίῳ ἑαυτῆς κατέγνω θάνατον.

τὸ δ’ ἐν ταῖς οἰκίαις πεφωλευκέναι μᾶλλον ἐστὶ μὲν ψεῦδος · ἔξω γὰρ ἄστεος ἐν ἀγρῷ καὶ ἐρημίαις θεωρεῖται, φεύγοντα ὡς δεσπότην τὸν ἄνθρωπον. οὐ μὴν ἀλλ’, εἰ καὶ ἀληθές ἐστιν, ἔχει τινὰ λόγον. ἐν γὰρ μυχοῖς σεσώρευται φορυτὸς καὶ σκυβάλων πλῆθος, οἶς εἰσδύεσθαι φιλεῖ δίχα τοῦ καὶ τὴν κνῖσαν ὁλκὸν ἔχειν δύναμιν.

εἰ δὲ καὶ χελιδόνες ἡμῖν συνδιαιτῶνται θαυμαστὸν οὐδέν· τῆς γὰρ τούτων θήρας ἀπεχόμεθα. σωτηρίας δὲ πόθος ἐν ταῖς ψυχαῖς οὐ λογικαῖς μόνον, ἀλλὰ καὶ ἀλόγοις ἐνίδρυται, τῶν δὲ πρὸς ἀπόλαυσιν οὐδὲν ὁμοδίαιτον διὰ τὰς ἐξ ἡμῶν ἐπιβουλὰς, πλὴν παρ’ οἷς ἡ τῶν τοιούτων χπῆδις σις ἀπηγόρευται νόμῳ.

τῆς Συρίας ἐπὶ θαλάττῃ πόλις ἐστὶν Ἀσκάλων ὄνομα · γενόμενος ἐν ταύτῃ, καθ’ ὃν χρόνον εἰς τὸ πατρῷον ἱερὸν ἐστελλόμην, εὐξόμενός τε καὶ θύσων , ἀμήχανόν τι πελειάδων πλῆθος ἐπὶ τῶν τριόδων καὶ κατ’ οἰκίαν ἑκάστην ἐθεασάμην. πυνθανομένῳ δέ μοι τὴν αἰτίαν ἔφασαν

v.1.p.465
οὐ θεμιτὸν εἶναι συλλαμβάνειν · ἀπειρῆσθαι γὰρ ἐκ παλαιοῦ τοῖς οἰκήτορσι τὴν χρῆσιν. οὕτως ἡμέρωται τὸ ζῷον ὑπ’ ἀδείας ὥστ’ οὐ μόνον ὑπωρόφιον, ἀλλὰ καὶ ὁμοτράπεζον ἀεὶ γίνεσθαι καὶ τοῖς ἐκεχειρίαις ἐντσυφαᾶν.

ἐν Αἰγύπτῳ δὲ καὶ θαυμασιώτερον ἰδεῖν ἐστιν. τὸ γὰρ ἀνθρωποβόρον καὶ θηρίων ἀργαλεὠτατον ὁ κροκόδειλος, γεννώμενος καὶ τρεφόμενος ἐν τῷ ἱερωτάτῳ Νείλῳ εἴλω , τῆς ὠφελείας , καίτοι βύθιος ὢν, ἐπαισθάνεται. παρ’ οἷς μὲν γὰρ τιμᾶται πληθύνει μάλιστα , παρὰ δὲ τοῖς λυμαινομένοις οὐδ’ ὄναρ φαίνεται· ὡς τῶν πλεόντων ὄπου μὲν καὶ τοὺς πάνυ θρασεῖς μηδ’ ἄκρον ἐπιτολμᾶν καθιέναι δάκτυλον, ἀγεληδὸν ἐπιφοιτώντων ὅπου δὲ καὶ τοὺς ἄγαν δειλοὺς ἐξαλλομένους νήχεσθαι μετὰ παιδιὰς.

χώρα δ’ ἡ Κυκλώπων, ἐπειδὴ τὸ γένος αὐτῶν ἐστι πλάσμα μύθου, δίχα σποράς καὶ γεωπόνων ἀνδρῶν ἥμερος καρπὸς οὐ φύεται, καθάπερ οὐδ’ ἐκ τοῦ μὴ ὄντος τι γεννᾶται. τῆς ‘Eλλάδος δ’ οὐ κατηγορητέον ὡς λυπρὰς καὶ ἀγόνου· πολὺ γὰρ κἀν ταύτῃ τὸ βαθύγειον. εἰ δ’ ἡ βάρβαρος διαφέρει ταῖς εὐκαρπίαις, πλεονεκτεῖ μὲν τροφαῖς, ἐλαττοῦται δὲ τοῖς τρεφομένοις, ὧν χάριν αἶ τροφαί μόνη γὰρ ἡ Ἐλλάς ἀψευδῶς ἀνθρωπογονεῖ, φυτὸν οὐράνιον καὶ βλάστημα θεῖον ἠκριβωμένον, λογισμὸν ἀποτίκτουσα οἰκειούμενον ἐπιστήμη. τὸ δ’ αἴτιον· λεπτότητι ἀέρος ἡ διάνοια πέφυκεν ἀκονᾶσθαι.