Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
εἰ δὲ καί ποτε τὸν κοινὸν καὶ πολὺν ἄνθρωπον καὶ τὸ γένος αὐτὸ χρεὼν διασημῆναι, πάλιν οἰκείᾳ καὶ προσφυεῖ χρωμένη προσηγορίᾳ τὸν πάντα ἄνθρωπον τῇ τοῦ Ἀδὰμ ἐπωνυμίᾳ σημαίνει, ὅτι δὴ τοῦτο τῷ προγόνῳ καὶ πάντων ἀνθρώπων προπάτορι κύριον εἶναι καὶ προσφυὲς ὄνομα, τὸν γηγενῆ δηλοῦν κατὰ τὴν εἰς Ἑλλάδα φωνὴν μετάληψιν μετάληψιν, ὑποφαίνει.
ὅ γέ τοι Ἐνὼς πρῶτος θεοφιλῶν παρ’ Ἑβραίοις ἱστόρηται, ἐπεὶ πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τὸ κατὰ ψυχὴν παριστὰς λογικὸν ὄντως καὶ γνωστικὸν καὶ τῆς περὶ τὸ θεῖον εὐσεβείας ἐπιστημονικόν· ὣν τὸ μὲν πρῶτον θεογνωσίας ἀληθοῦς, τὸ δὲ δεύτερον τῆς εἰς τὸν ἐπιγνωσθέντα θεὸν ἐλπίδος γένοιτ’ ἂν ἀποδεικτικόν.
τὸ γὰρ μὴ παραμελεῖν μηδ’ ἐν δευτέρῳ τίθεσθαι τὰ τῆς θείας ἐπιγνώσεως ἐπιγνώσεως, ἀεὶ δὲ καὶ διὰ παντὸς ἐλπίζειν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τὸ μὲν ὡς οἰκετῶν δεσπότου, τὸ δ’ ὡς ἵλεω καὶ ἀγαθοῦ πατρὸς, τοῦτ’ ἂν εἴη τὸ πάντων τρισμακάριον τέλος.
τοιόσδε μὲν οὖν ὁ παρ’ Εβραίοις εἰσῆκται πρῶτος καὶ ἀληθὴς ἄνθρωπος, οὐχ ὁ γηγενὴς ἐπίκλην Ἀδὰμ δι’ ἐντολῆς θεοῦ παράβασιν τῆς τῶν κρειττόνων ἐκπεσὼν λήξεως, ἀλλ’ ὁ θεοφιλων πρώτιστος, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ.
κρίναντες οὑν καὶ αὐτοὶ λογισμῷ σώφρονι τὸ τοιόνδε ζηλοῦν ἠγαπήσαμεν, καὶ
ἀλλὰ γὰρ μετὰ τὸν εἰρημένον ἄλλος εὐηρέστησε τῷ κυρίῳ, καὶ οὐχ εὑρίσκετο, ὥς φησι Μωσῆς, διότι μετέθηκεν αὐτὸν ὁ θεὸς δι᾿ ἄκραν ἀρετῆς τελείωσιν. δυσεύρετος γὰρ ὅ γε σοφὸς ἀληθῶς.
οὗτος δ᾿ ἂν εἴη ὁ ἐν τῷ θεῷ τέλειος, ὁ τῆς τῶν πολλῶν διατριβῆς μετατεθειμένος. ὁ γὰρ μὴ τοιοῦτος ἀγορὰς καὶ δικαστήρια καπηλείας τε καὶ ἐμπορίας γαῖ τὸν πολὺν ὄχλον μεταδιώκων, ὠθούμενός τε καὶ ὠθῶν, μέσος ἐν αὐτῷ κακίας βυθῷ καταπίνεται· ὁ δ᾿ ὑπὸ θεοῦ ληφθεὶς καὶ τῶν τῇδε ἐκεῖσε μετατεθειμένος ἀφανὴς μὲν καὶ ἀνεύρετος ἀνθρώποις, θεῷ δὲ φίλος γεγονὼς, ὑπὸ θεοῦ εὕρηται.
τοῦτον Ἐνὼχ Ἑβραίοις ὀνομάζειν φίλον· χάριν δὲ θεοῦ σημαίνοι ἂν τοὔνομα. καὶ ταύτης τοιγαροῦν ὡς ἀγαθῆς εἰκόνος τὸν βίον ζηλοῦν μακάριον εἶναι ἡγησάμεθα.
τρίτος μετὰ τούτους πάλιν ἄλλος ἄνθρωπος δίκαιος πεφηνὼς ὁ Νῶε ἐν τῇ γενεᾀ αὐτοῦ μεμαρτύρηται. τεκμήρια δὲ καὶ τῆς τούτου δικαιοσύνης εἴη ἂν τάδε. πολὺς αὐχμὸς καὶ γνόφος ἀλέκτου κακίας τὸ πάντων ἀνθρώπων κατειλήφει γένος, οἵ τε πάντων ἀνὰ στόμα θρυλούμενοι γίγαν τες τὰς εἰς δεῦρο βοωμένας θεομαχίας ἀθέοις καὶ δυσσεβέσιν ἐγχειρήμασιν ἀπειργάζοντο· ἤδη δὲ καὶ οἱ τῆς τούτων γενέσεως αἴτιοι, εἴτε τινὸς κρείττονος μοίρας ἢ κατὰ θνητῶν φύσιν ὑπάρξαντες, εἴθ᾿ ὁπωσοῦν κατεσκευασμένοι, τῆς ἐν ἀνθρώποις περιέργου διδασκαλίας ἀπάρξαντες, γοητείας καὶ τῆς ἄλλης κακοτρόπου μαγγανείας ἐπιτεχνήματα λέγονται παρα-
καὶ δὴ πάντων ἑνὶ νεύματι διαφθείρεσθαι μελλόντων, μόνος εἷς οὗτος ὁ νῦν ἡμῖν δηλούμενος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ σὺν καὶ τοῖς οἰκείοις εὕρηται. πάντων δῆτα τῶν ἐπὶ γῆς κατακλυσμῷ διολλυμένων καὶ τῆς γῆς αὐτῆς ὑδάτων ἀθρόᾳ πλημμύρᾳ τῶν προτέρων κακῶν ἀποκαθαιρομένης ὁ θεοφιλὴς σὺν παισὶν ἅμα καὶ γυναιξὶ τῷ μετὰ ταῦτα βίῳ ζώπυρον σπέρμα παραδοξότατον πρὸς τοῦ θεοῦ τετήρηται.
γένοιτο δ’ ἂν καὶ οὕτος ἀρχέτυπος εἰκὼν, ζῶσα καὶ ἔμψυχος, τοῖς ἐξ αὐτοῦ γεγενημένοις ὑπόδειγμα τρόπο,υ θεοφιλοῦς παρεσχημένος.