Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ὁ τοίνυν μέγας θεόλογος Μωσῆς Ἑβραῖος ὢν ἐξ Ἑβραίων, εἰ καί τις ἄλλος, εὖ τε τὰ πάτρια ἐξ- επιστάμενος, ὡς ἐν προοιμίοις τῶν ἱερῶν νόμων τοὺς τῶν προπατόρων Ἑβραίων βίους μνήμαις ἀνεξαλεί-

v.1.p.351
πτοις παραδέδωκεν, ὧν τε ἀγαθῶν οὗτοι παρὰ θεοῦ ἠξιοῦντο, καὶ αὖ πάλιν ἄλλων ἀθέων τε καὶ ἀσεβῶν τρόπους τε καὶ τιμωρίας, ἀναγκαῖον ἡγησάμενος ὑπάρξειν τοῦτο τοῖς μέλλουσι τοὺς αὐτοῦ νόμους παιδεύεσθαι μάθημα εἴς τε ἀποφυγὴν τῆς τῶν φαύλων ὁμοιοτροπίας καὶ εἰς προτροπὴν τοῦ τῶν εὐδεβῶν βίου.

χρῆν δὲ καὶ ἄλλως μὴ ἀγνοεῖν ὅτι δὴ φθάσαντες, καὶ πρὸ τῶν ἐγγράφων αὐτοῦ νόμων, πλείους ἤδη τῶν προπατόρων ὀρθοῖς λογισμοῖς θεοσεβείας ἀρετῇ κατεκοσμήθησαν· οἳ καὶ φίλοι θεοῦ καὶ προφῆται χρηματίσαντες αἰωνίας ἔτυχον παρ’ αὐτῷ μνήμης, ὣν μηδὲ ἀλλοτρίους τὸ γένος εἶναι τούτους, οἶς τοὺς νόμους διετάττετο.

διὸ καὶ μᾶλλον χρῆναι αὐτοὺς, ἀπογόνους θεοφιλῶν καὶ δικαίων ἀνδρῶν φύντας, τῆς τῶν προπατόρων εὐσεβείας ζηλωτὰς άναδειχθῆναι, σπεῦσαί τε τῶν ἴσων τοῖς γεννήσασι παρὰ θεοῦ τυχεῖν, ἀλλὰ μὴ ἀποναρκῆσαι, μηδ’ ἀποκνῆσαι ὡς ἐπ’ ἀδυνάτοις τῆς τῶν ἀγαθῶν ἐλπίδος ἑαυτοὺς ἀπογνόντας·

δυνατὰ γὰρ εἶναι καὶ τοῖς οἰκείοις αὐτῶν προπάτορσιν ἐντελῶς κατωρθωμένα· ὧν καὶ τὰς εἰκόνας τοῖς τὰ θεῖα παιδευομένοις παρεδίδου, τοὺς βίους καταλέγων τῶν παλαιῶν, καὶ τὴν ἰδιάζουσαν ἑνὸς ἑκάστου ἀρετὴν ὥσπερ ἐν εἰκόσι γραφής διατυπούμενος.

Καὶ τούτων δὲ οὐδὲν ἐμποδὼν μὴ οὐχὶ διὰ βραχέων ἐπιδραμεῖν τὴν ἱστορίαν. πρὸ μὲν οὖν τοῦ κατακλυσμοῦ, ὥσπερ ἡ αὐτοῦ Μώσεως περιέχει γραφή· δεῖ δέ που, ὡς οἶμαι, μὴ ἄλλοθεν ἢ πάλιν οἴκοθεν τὰ Ἑβραίων πάτρια διασκοπῆσαι, ἐπεὶ καὶ τὰ Αἰγυπτία παρ’ Αἰγυπτίων καὶ τὰ Φοινίκων παρὰ τῶν οἰκείων ἐμανθάνομεν, ὡς αὖ πάλιν τὰ Ἐλλήνων παρὰ τῶν ἐν τούτοις διαφανῶν, τά τε φιλοσόφων

v.1.p.352
παρὰ τῶν φιλοσόφων, ἀλλ’ οὐ παρὰ τῶν ἀπείρων φιλοσοφίας· πόθεν δὲ ἄλλοθεν προσήκοι ἂν καὶ τὰ ἰατρικῆς ἢ παρὰ τῶν ἐπιστημόνων πυνθάνεσθαι; οὕτω δὴ κατὰ τὸ ἀκόλουθον ἡγοῦμαι δεῖν καὶ τὰ Ἑβραίων ἐκ τῶν παρ’ Ἑβραίοις λογίων, ἀλλὰ μὴ ἄλλοθέν ποθεν ἀποδέχεσθαι)

ὥσπερ οὖν ὁ παρὰ τούτοις κατέχει λόγος, ἄνωθεν πρὸ τοῦ κατακλυσμοῦ ἐκ πρώτης ἀνθρώπων γενέσεως καὶ εἰς τὰς ἑξῆς διαδοχὰς θεοφιλεῖς τινες ἄνδρες γεγόνασι καὶ δίκαιοι πλείους· ὧν ὁ μὲν ‘ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ.”

τοῦτο δὲ δηλοῖ τὸ μηδένα πλὴν τῶν ἁπάντων τὸν δημιουργὸν δεσπότην ὁμοῦ καὶ θεὸν τῶν ὅλων ἐπιγράψασθαι. πεπεῖσθαι γὰρ αὐτὸν οὐ μόνον ποιητικῇ δυνάμει εὖ καὶ ἐν κόσμῳ τὸ πᾶν διατεθεικέναι, ἀλλὰ καὶ δεσπότου δίκην, ὡς ἂν μεγάλης πόλεως, τοῦ σύμπαντος κυριεύειν, οἰκονομεῖν τε καὶ οἰκοδεσποτεῖν ὁμοῦ καὶ κύριον ὄντα καὶ βασιλέα καὶ θεόν.

οὑ τὴν ὡς κυρίου καὶ θεοῦ ἔννοιάν τε καὶ προσηγορίαν πρῶτος ὁ δηλούμενος θεοφιλὴς ἐν νῷ βαλλόμενος βαλλόμενος, ἀντὶ πάσης ὑπάρξεως καὶ προσηγορίας καὶ περιουσίας, μᾶλλον δὲ ἀντὶ παντὸς ἀγαθοῦ “ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τοῦτον ἑαυτῷ θησαυρὸν ἀγαθῶν ψυχῆς τε ὁμοῦ καὶ σώματος πεπορισμένος.

παρ’ ὃ πρῶτος ἀληθὴς ἄνθρωπος χρηματίσαι παρ’ Ἑβραίοις ἀναγέγραπται. κέκληται δ’ οὖν Ἐνὼς, ὅπερ ἐστὶν ἀληθὴς ἄνθρωπος, εὐθυβόλῳ προσωνυμίᾳ. οὐδὲ γὰρ ἄλλον φασὶν ἀληθῆ προσήκειν ἡγεῖσθαι καὶ ὀνομάζειν ἄνθρωπον ἢ τὸν θεοῦ γνώσεως καὶ εὐσεβείας ἐπήβολον, τὸν ἀληθῶς γνωστικὸν ὁμοῦ καὶ εὐσεβῆ.

ὅτι δὴ τοὺς μὴ τοιούτους τοιούτους, θρεμμάτων κατ’ οὐδὲν ἀλόγων διαφέροντας, οἷα ἐπὶ γαστέρα καὶ ἡδονὴν

v.1.p.353
πρηνεῖς καταβεβλημένους καταβεβλημένους, θῆρας μᾶλλον ἢ ἀνθρώπους ἡ Ἑβραίων ἀποκαλεῖν διδάσκει γραφὴ, κυριολεκτεῖν εἰθισμένη τὰς προσηγορίας.

παρ’ ὃ τοὺς τοιούσδε τοτὲ μὲν λύκους καὶ κύνας, τοτὲ δὲ σύας φορυτῷ χρωμένους καὶ χαίροντας, καὶ πάλιν ἑρπετὰ καὶ ὄφεις, τοῖς τῆς κακίας πολυτρόποις ἐμφερῶς εἴδεσι, προσαγορεύειν εἴωθεν.