Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Ἀλλ' ἐπειδὴ τὸν τῶν πρὸ Μώσεως Ἑβραίων βίον ἐν ὀλίγῳ διεληλύθαμεν, καὶ τόν γε τῆς κατ᾿ αὐτοὺς εὐσεβείας χαρακτῆρα παρεστήσαμεν, ὥρα καὶ τὸν δογματικὸν αὐτῶν τρόπον ἀπό τε τῆς Μώσεως γραφῆς καὶ τῶν μετ’ αὐτὸν προφητῶν ἐπισκέψασθαι.
Πρῶτος δ’ οὖν ἁπάντων αὐτὸς ἐκεῖνος ὁ θαυμάσιος θεόλογος τε καὶ νομοθέτης, πολιτείαν εὐσεβείᾳ προσήκουσαν διὰ τῆς οἰκείας γραφῆς τῷ Ἰουδαίων ἔθνει προκαταβαλλόμενος, οὐ τοῖς κοινοῖς καὶ πεπατημένοις ᾠήθη δεῖν χρήσασθαι προοιμίοις τῶν λόγων, προλαβὼν δὲ πάντα νόμον προστακτικὸν τῶν ποιητέων καὶ τῶν οὐ ποιητέων ἀπαγορευτικὸν, τάς τε
ἄρχεται τοιγαροῦν ἀπὸ θεοῦ κατὰ τὰ πάτρια τῆς τῶν προγόνων Ἑβραίων θεολογίας, οὐχ ᾗ φίλον Αἰγυπτίοις καὶ Φοίνιξιν ἦν ἢ τοῖς λοιποῖς ἔθνεσιν εἰς πλῆθος καταβάλλουσι τὴν σεβάσμιον προσηγορίαν, θεούς τε ὁρωμένους μὲν τοὺς κατ’ οὐρανὸν φωστῆρας νομίζουσιν, ἀφανεῖς δὲ καὶ ἀοράτους, ἤτοι τοὺς ἐξ ἀνθρώπων κατοιχομένους, ἢ καὶ τοὺς χθονίους καὶ ἀερίους δαίμονας, κατὰ τὰ πρόσθεν ἡμῖν ἀπεληλεγμένα.
ἀλλὰ γὰρ ἀπὸ τοῦ πάντων αἰτίου ἀοράτων τε καὶ ὁρατῶν δημιουργοῦ τὴν καταρχὴν τοῦ παντὸς λόγου πεποιημένος νομοθέτην τοῦτον εἶναι διδάσκει τῆς τοῦ παντὸς συστάσεως, ὥσπερ μιᾶς τινὸς μεγαλοπόλεως τοῦ κόσμου βασιλέα καταστήσας.
παιδεύει τοιγαροῦν ἀρχόμενος τοῦτον ἡγεῖσθαι μὴ μόνον τῶν πρὸς αὐτοῦ σμικρὸν ὕστερον διαταχθησομένων ἀνθρώποις νόμων αὐθέντην εἶναι καὶ κύριον, ἀλλὰ καὶ τῶν ἐν τῇ φύσει τῶν ὅλων.
Βασιλέα γὰρ αὐτὸν καὶ νομοθέτην τοῦ σύμπαντος κόσμου παριστᾷ· νεύματι μὲν γὰρ αὐτοῦ καὶ δυνάμει τὴν τῶν ἁπάντων οὐσίωσιν γεγονέναι, νόμοις δὲ καὶ ὅροις πάλιν αὐτοῦ ὁδῷ καὶ τάξει τὸν σύμπαντα διακυβερνᾶσθαι αἰῶνα.
λόγῳ μὲν γὰρ καὶ νόμῳ θεοῦ πρῶτον ἀπάντων οὐρανὸν ἐστερεῶσθαι, καὶ γῆς τὸ βαρὺ καὶ στερέμνιον παρὰ τὴν οἰκείαν φύσιν τοῖς λεπτομερεστέροις τῶν στοιχείων θαυμασίως ἐπαιωρεῖσθαι· λόγῳ δὲ καὶ νόμῳ θείῳ
ἑνί τε λόγῳ, τὴν παμμήτορα τῶν ὅλων φύσιν, προστάγματι θεοῦ δεδουλωμένην, νόμοις θείοις ὑπείκειν καὶ τῇ τοῦ πανηγεμόνος θεοῦ βουλῇ· μὴ γὰρ εἰκῆ, μηδ’ ὡς ἔτυχε, μηδ’ αὐτομάτῳ καὶ ἀλόγῳ φορᾷ συνεστάναι τὸν τηλικοῦτον διάκοσμον, μηδ’ ἀναιτίου φύσεως ἔργον τυγχάνειν τὸ μέγα τοῦτο καὶ περικαλλὲς τεχνούργημα, ἀλλ’ εἶναι μὲν ποίημα τοῦ πανσόφου τῶν ὅλων ἀρχιτέκτονος, τοῦ δὲ αὐτοῦ λόγοις καὶ νόμοις ἱεροῖς διακυβερνᾶσθαι.
ἔνθεν ἀρξάμενος ὁ προφήτης, καὶ πρὸ τῆς ἀνθρώπων νομοθεσίας τοὺς περὶ τῆς τῶν ὅλων φύσεως προστάξας νόμους, πρώτιστα πάντων προσέχειν τῷ παμβασιλεῖ θεῷ, καὶ μὴ ἀπορρᾳθυμεῖν αὐτοῦ τῶν νόμων παρεκελεύσατο, ὅτι δὴ καὶ αὐτὸς ἥλιος οὐρανός τε καὶ κόσμος γῆ τε καὶ τὰ ἐπὶ γῆς ἅπαντα, ὅσα τε ἔργα φύσεως εἶναι νενόμισται. ἐντολαῖς αὐτοῦ καὶ διατάξεσιν ἱεροῖς τε νόμοις καὶ λόγοις
διὸ καὶ μᾶλλον χρῆναι τὸ ἀνθρώπειον γένος, οὐ σμικρὸν μέρος τύγχανον του παντος, κατὰ τὸ ἀκόλουθον τοῖς θείοις προσανέχειν διατάγμασι, μηδ’ ἐλαττοῦσθαι τῶν κατὰ μέρος στοιχείων. γῇ μὲν γὰρ ἐν ἀρχῇ νομοθετῆσαι τὸν φήσαντα “βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν·” τὴν δὲ, ἅμα λόγῳ τὸ εὐπειθὲς ἐπιδεικνυμένην τῷ νόμῳ, οὔπω καὶ εἰς δεῦρο τῆς θείας παραμελῆσαι διατάξεως.
οὕτω δὲ καὶ τὴν ὑγρὰν οὐσίαν; φήσαντος τοῦ θεοῦ “ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσων, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ,” ἅμα λόγῳ τοὔργον ἀποδοῦναι, ὁρᾶσθαί τε εἰσέτι δεῦρο τῷ νόμῳ παρέχουσαν τὸ πειθήνιον.