Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἰ δὲ δὴ καὶ ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τοῦ θείου νόμου καὶ αὐτοῖς διωρισμένου τοὺς οἰκείους ἀποδιδόναι δρόμους, εἶναί τε καὶ εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς, οὐ παραμελοῦσι τῆς νομοθεσίας, τίς ἂν ἔτι σοι λείποιτο συγγνώμης ἀποφυγὴ, τῶν θείων κατολιγωροῦντι νομων;

Ταῦτα προπαιδεύσας ὁ θαυμάσιος ἡμὰς τε εἶλε καὶ τῆς οἰκείας θεογνωσίας τε καὶ εὐσεβείας εἰκότως ζηλωτὰς κατεστήσατο, ὅτι μηδὲν τούτοις ὅμοιον παρὰ τοῖς τῶν προδηλωθέντων ἐθνῶν θεολόγοις εὑρεῖν δεδυνήμεθα.

μετὰ δὲ τὴν πρώτην θεολογίαν μέτεισιν ἐπὶ τὸ δεύτερον δόγμα φυσικὸν ὁμοῦ καὶ φιλόσοφον. μετὰ γοῦν τὴν περὶ θεοῦ γνῶσιν, τήν τε περὶ τῶν ὅλων διακόσμησιν, τάξει πρόεισιν ἐπὶ τὸ καὶ τῇ φύσει δεύτερον· τοῦτο δ’ ἦν τὸ περὶ φύσεως ἀνθρώπου, ὅτι δὴ μετὰ θεοῦ γνῶσιν ἀναγκαῖον γνῶναί τινα ἑαυτὸν, διόπερ ἐξῆς παιδεύει τί ἄνθρωπος καὶ τί τὸ προάγον αὐτὸν εἰς γνῶσιν καὶ

v.1.p.364
εὐσέβειαν θεοῦ, τίς τε ἡ κατὰ τὸ προηγούμενον ἀνθρώπου ζωή. διελόμενος δῆτα τὸν περὶ ψυχῆς καὶ σώματος λόγον ἐν ψυχῇ μὲν ὁρίζεται τὸν ἀληθῆ ἄνθρωπον, νοερᾶς οὐσίας καὶ ἀσωμάτου καὶ λογικῆς μέτοχον, ὡς ἂν κατ’ εἰκόνα θεοῦ δεδημιουργημένον· σῶμα δὲ γεῶδες εἶναι περίβλημα ψυχῆς· τρίτον δὲ τούτοις προστίθησι προστίθησι, πνοὴν ζωῆς, ἑνωτικήν τινα καὶ τοῦ ἀπὸ γῆς ληφθέντος τῷ κατ’ εἰκόνα θεοῦ πεποιημένῳ συναπτικὴν δύναμιν.

καὶ τὴν πρώτην γε τοῦ δηλουμένου ἀνδρὸς διατριβὴν ἐν τρισμακαρίῳ θεοῦ παραδείσῳ, ἀθανάτω·ν καὶ αἰωνίων ἀγαθῶν ἔμπλεῳ, γεγονέναι ἱστορεῖ· νόμῳ δὲ θεοῦ καὶ τοῦτον ὁμοίως τοῖς ἄλλοις ἐν ἀρχαῖς τοῦ παντὸς ὑποβληθέντα δι’ ἀπροσεξίαν καὶ τῆς θείας ἐντολῆς παράβασιν τῆς τριποθήτου στερηθῆναι ζωῆς.

Ταῦτά τοι ὁ Μώσης ἐν προοιμίοις τῶν ἱερῶν νόμων φιλοσοφεῖ, μονονουχὶ προκηρύττων μὴ παραμελεῖν τῆς οἰκείας ἀξίας καὶ ἧς ἐτύχομεν πρὸς τὸ θεῖον ἀφομοιώσεως, ἐξ ἧς ἡμῖν καὶ τὸ ἀθάνατον τῆς ψυχῆς προσκεκληρῶσθαι.

μὴ γὰρ δὴ θεμιτὸν εἶναι βασιλέως ἀφανίζεσθαι εἰκόνα· εἶναι δὲ ἀρχέτυπον καὶ ἀληθῆ τοῦ θεοῦ τῶν ὅλων εἰκόνα τὸν αὐτοῦ λόγον, αὐτοσοφίαν τυγχάνοντα καὶ αὐτοζωὴν καὶ φῶς καὶ ἀλήθειαν, καὶ εἴ τι καλὸν καὶ ἀγαθόν τις ἐπινοήσειεν· εἰκόνα δὲ εἰκόνος τὸν ἀνθρώπειον νοῦν, παρ’ ὃ καὶ κατ’ εἰκόνα θεοῦ γεγονέναι ἀνωμολόγηται.

ἀναγκαῖα δὲ ταῦτα εἶναι ᾤετο Προπαιδεύεσθαι τοὺς μέλλοντας ἱεροῖς προσανέχειν νόμοις, μνημονεύειν τε τί τὸ ἀπὸ γῆς ληφθὲν αὐτοῖς καὶ εἰς γῆν αὖθις ἀναλυθησόμενον, καὶ τί τὸ ἐν ἡμῖν κρεῖττον καὶ θεῷ ἐμφερὲς, ὅπως τε χρῆν ἑκατέρῳ τῶν εἰρημένων d προσφέρεσθαι, μηδὲ ἐνυβρίζειν καὶ ἀσεβεῖν

v.1.p.365
εἰς τὸν κατ’ εἰκόνα τοῦ θεοῦ ἄνθρωπον, μηδέ γε αύτὸν ῥυπαίνειν αἰσχραῖς καὶ παρανόμοις πράξεσι, φέρειν δὲ διὰ παντὸς τῆς πρώτης καὶ τρισμακαρίας ἐκείνης διατριβῆς τε καὶ ζωῆς τὸν πόθον, καὶ σπεύδειν παλινδρομεῖν παλινδρομεῖν, εὐχὴν ποιουμένους τῆς πρώτης καὶ τρισμακαρίου ζωῆς τε καὶ ἀξίας τυχεῖν· ἀλλὰ καὶ παρασκευάζεσθαι ἐνθένδε ἤδη ἐπὶ τὴν ἐκεῖσε ἀποδημίαν, ὅτι μηδὲ ἄλλως δυνατὸν βεβήλοις καὶ μὴ κεκαθαρμένοις τῶν ἱερῶν ἐκείνων ἐπιβαίνειν, ὧν καὶ ὁ πρῶτος δι’ ἀπροσεξίαν, θείας καταφρονήσας ἐντολῆς, ἀποπέπτωκεν.

ἐπὶ τούτοις ὁ ἱεροφάντης προστίθησιν ἄλλο συνεκτικώτατον δόγμα, μὴ ἀμφιγνοεῖν διδάσκων ὅτι δὴ πάρεστί τις ἑκάστῳ πονηρὸς δαίμων ἔφεδρος, βάσκανος καὶ μισόκαλος καὶ τῆς ἀνθρώπων ἀρχῆθεν ἐπίβουλος σωτηρίας.

δράκοντα δὲ τοῦτον καὶ ὄφιν ὀνομάζει, μέλανά τε καὶ σκότους οἰκεῖον, ἰοῦ τε καὶ κακίας πλήρη· ὃν καί φησι φθόνῳ τῆς ἡμετέρας ἐνθέου ζωῆς ὑποσκελίζειν εἰσέτι καὶ νῦν καὶ ὑποσύρειν ἕκαστον τῶν τῷ θεῷ προσανεχόντων πειρᾶσθαι· τούτου δ’ ἀπάτῃ καὶ τοὺς προπάτορας ἡμῶν τοῦ γένους τῆς θειοτέρας λήξεως ἐκπεσεῖν· διὸ καὶ χρῆναι διὰ παντὸς ἐγρηγορέναι πρὸς τὰς τοῦ δηλωθέντος κακοτέχνους ῥᾳδιουργίας.

καὶ τί χρὴ ταῦτα προλαμβάνειν, δέον ἤδη ποτὲ καὶ ἐξ αὐτῶν τῶν ἐγγράφων ἕκαστα διελθεῖν τῶν διηγορευμένων; ἀρξώμεθα δὴ πρῶτον ἀπὸ θεοῦ, βοηθὸν αὐτὸν ἐν πρώτοις διὰ τοῦ σωτῆρος ἡμῶν ἐπικαλεσάμενοι.

Τὴν μὲν δὴ τῆς θεολογίας ἀρχὴν ἀπὸ τῆς τῶν ὅλων ποιητικῆς τε καὶ δημιουργικῆς δυνάμεως ἀρχόμενος ὁ κατ’ αὐτοὺς λόγος παρίστησιν, οὐ συλλογισμοῖς οὐδὲ πιθανολογίαις πιθανολογίαις, δογματικώτερον δὲ καὶ διδασκαλικώτερον ἐπιθειάζων τῷ ἁγίῳ πνεύματι·

v.1.p.366
ὑφ᾿ οὗ θεοφορούμενος ὧδέ πως ὁ Μωσῆς ἀπήρξατο τῆς θεολογίας, “ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.”