Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Αν δὲ ἄρα τις καὶ τρίτον εἶναι λέξῃ λόγον ὡς ἁρμόζοντα περὶ τῶν ἀγεννήτων λέγεσθαι, τουτέστι τὸ μήτε κεχωρίσθαι τῆς ὕλης τὸν θεὸν μήτ’ αὖ πάλιν ὡς ἐν μέρει ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ τῇ ὕλῃ τὸν θεὸν, ἢ καὶ τὴν ὕλην ἐν τῷ θεῷ, τὸ συνέχον ἀκουέτω, ὅτι ἐὰν τόπον τοῦ θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτὸν καὶ χωρητὸν λέγειν δεῖ καὶ πρὸς τῆς ὕλης περιγραφόμενον.

ἀλλὰ μὴν καὶ ὁμοίως αὐτὸν τῇ ὕλῃ ἀτάκτως φέρεσθαι, μὴ ἵστασθαί τε μηδὲ μένειν αὐτὸν ἐφ’ ἑαυτοῦ ἀνάγκη, τοῦ ἐν ᾧ ἐστὶν ἄλλοτ’ ἄλλως φερομένου. πρὸς δὲ τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν εἰπεῖν ἀνάγκη. εἰ γὰρ ἦν ποτὲ ἄκοσμος ἡ ὕλη, ἐκόσμησε δὲ αὐτὴν εἰς τὸ κρεῖττον τρέψαι προαιρούμενος, ἦν ποτὲ ὅτε ἐν ἀκοσμήτοις ἦν ὁ θεός.

δικαίως δ’ ἂν καὶ τοῦτον ἐροίμην τὸν λόγον, πότερον ἐπλήρου τὴν ὕλην ὁ θεὸς, ἢ ἐν μέρει τινὶ τῆς ὕλης ἦν. εἰ μὲν οὖν ἐν μέρει τινὶ τῆς ὕλης εἰπεῖν τις ἐθέλοι τὸν θεὸν, πλεῖστον ὅσον μικρότερον τῆς ὕλης λέγει, εἰ δὴ μέρος αὐτῆς ὅλον ἐχώρησεν αὐτόν· εἰ δ’ ἐν πάσῃ εἶναι λέγοι τῇ ὕλῃ, πῶς ταύτην ἐδημιούργει φραστέον. ἀνάγκη γὰρ ἢ συστολήν τινα τοῦ θεοῦ λέγειν, ἧς γενομένης ἐδημιούργει ἐκεῖνο ἀφ’ οὗ ὑπεχώρησεν, ἢ καὶ ἑαυτὸν τῇ ὕλῃ συνδημιουργεῖν, οὐκ ἔχοντα ὑποχωρήσεως τόπον.

εἰ δὲ τὴν ὕλην ἐν τῷ θεῷ εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ πότερον ὡς διισταμένου αὐτοῦ ἀφ’ ἑαυτοῦ. καὶ ὥσπερ ἐν ἀέρι

v.1.p.392
ζῴων ὑπάρχει γένη, διαιρουμένου καὶ μεριζομένου αὐτοῦ εἰς ὑποδοχὴν τῶν γινομένων ἐν αὐτῷ, ἢ ὡς ἐν τόπῳ, τουτέστιν ὥσπερ ἐν γῇ ὕδωρ.

εἰ μὲν γὰρ εἴποιμεν ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη τὸν θεὸν εἰπεῖν· εἰ δ᾿ ὥσπερ ἐν γῇ τὸ ὕδωρ, ἦν δὲ ἄτακτος ἡ ὕλη καὶ ἀκόσμητος, πρὸς δὲ τούτοις ἔχουσα καὶ κακὰ, τὸν θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμήτων καὶ τῶν κακῶν. ὅπερ οὐκ εὔφημον εἶναί μοι δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. ὕλην γὰρ εἶναι θέλεις, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν θεὸν καὶ τοῦτο φεύγειν προαιρούμενος δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις.”