Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ὅτι μὲν ἀδύνατον ὑπάρχειν ἀγέννητα δύο ἅμα οὐδὲ σὲ ἀγνοεῖν νομίζω, εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβὼν τοῦτο προστεθεικέναι τῷ λόγῳ, τὸ πάντως ἐξ ἀνάγκης τὸ ἕτερον δεῖν λέγειν, ἢ ὅτι κεχώρισται τῆς ὕλης ὁ θεὸς θεὸς, ἢ αὖ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει.

εἰ μὲν οὖν ἡνῶσθαί τις αὐτὸν εἰπεῖν ἐθέλοι, ἕν τὸ ἀγέννητον λέξει· ἑκάτερον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων δὲ μέρη τυγχάνοντα οὐκ ἔσται ἀγέννητα δύο, ὡς οὐδὲ διάφορα μέρη κατακερματιζόμενα εἰς πολλὰ γεννητὰ, ἀλλ’ ἢ ὡς ὁ λόγος ἀπαιτεῖ) ἔν τι γεννητὸν τὸν ἄνθρωπον πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν. οὕτως ἀνάγκη, εἰ μὴ κεχώρισται τῆς ὕλης ὁ θεὸς, ἐν τὸ ἀγέννητον εἶναι λέγειν.

εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων, ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν. ἀδύνατον γὰρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθ’ ὃ ἡ διάστασις ἑκατέρου γίνεται· ὅπερ οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων.

ὃν γὰρ ἐπὶ τῶν δύο ἀγεννήτων εἴπομεν λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν, εἰ τὰ ἀγέννητα δοθείη τρία. καὶ γὰρ ἐπὶ τούτων

v.1.p.391
ἐροίμην ἂν εἰ κεχώρισται ἀλλήλων, ἢ αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον.

εἰ μὲν γὰρ ἡνῶσθαί τις εἰπεῖν ἐθέλοι, τὸν αὐτὸν ἀκούσει τῷ πρώτῳ λόγον· εἰ δ’ αὖ πάλιν κεχωρίσθαι, οὐ φεύξεται τὴν ἐξ ἀνάγκης τοῦ χωρίζοντος ὑπόστασιν.”