Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τῷ γὰρ εἶναι ἀγέννητον ἅμα καὶ τό πως εἶναι προσῆψε. πολὺς μὲν οὑν καὶ πρὸς τούτους ὁ λόγος, ἀλλ’ οὐ νῦν ἡμῖν πρόκειται· συγκρίσει δὲ τῇ πρὸς τοὺς ἀθεωτάτους πολυθέους εὐφημότεροι οὑτοι.”

Ταῦτα μὲν οὖν καὶ ἀπὸ τῶν Διονυσίου καὶ τῶν Ὠριγένους δὲ ἄκουε

“Εἰ δέ τινι προσκόπτει διὰ τοὺς ἀνθρωπίνους τεχνίτας μὴ δύνασθαι παραδέξασθαι τὸν θεὸν χωρὶς ὕλης ἀγεννήτου ὑποκειμένης κατασκευάζειν τὰ ὄντα, ἐπεὶ μηδὲ ἀνδριαντοποιὸς χωρὶς χαλκοῦ τὸ ἴδιον ἔργον ποιῆσαι δύναται, μηδὲ τέκτων χωρὶς ξύλων, μηδὲ οἰκοδόμος χωρὶς λίθων, ζητητέον πρὸς αὐτοῦ περὶ δυνάμεως θεοῦ, εἰ θελήσας ὑποστῆσαι ὅ τι βούλεται ὁ θεὸς, τῆς θελήσεως αὐτοῦ οὐκ ἀπορουμένης οὐδὲ ἀτονούσης, οὐ δύναται ὑποστῆσαι ὃ βούλεται.

ᾧ γὰρ λόγῳ τὰς ποιότητας, (κατὰ πάντας πρόνοιαν εἰσάγοντας τῷ ἰδίῳ λόγῳ,) οὐκ οὔσας ὡς βούλεται εἰς διακόσμησιν τοῦ παντὸς ὑφίστησι τῇ ἀφάτῳ αὐτοῦ δυνάμει καὶ σοφίᾳ, τούτῳ τῷ λόγῳ καὶ τὴν οὐσίαν ὅσης χρῄζει ἱκανή ἐστιν αὐτοῦ ἡ βούλησις ποιῆσαι γενέσθαι.

ἀπορήσομεν γὰρ πρὸς τοὺς οὐ βουλομένους ταῦθ’ οὕτως ἔχειν, εἰ μὴ ἀκολουθεῖ αὐτοῖς εὐτυχηκέναι τὸν θεὸν, ἀγέννητον εὑρόντα τὴν οὐσίαν, ἣν εἰ μὴ τὸ ἀγέννητον αὐτῷ ὑποβεβληκὸς ἦν, οὐδ.ὲν ἔργον δυνατὸς ἦν ποιῆσαι, ἀλλ’ ἔμενεν οὐ [*](11 Ὠριγένους] vol. 2. p. 2.)

v.1.p.388
δημιουργὸς, οὐ πατὴρ πατὴρ, οὐκ εὐεργέτης, οὐκ ἀγαθ’, οὐκ ἄλλο τι τῶν εὐλόγως λεγομένων περὶ θεοῦ.

πόθεν δὲ καὶ τὸ μετρεῖν τῆς ὑποκειμένης οὐσίας τὸ τοσόνδε, ὡς διαρκέσαι τῇ τηλικούτου κόσμου ὑποστάσει; οἱονεὶ γὰρ πρόνοιά τις πρεσβυτέρα θεοῦ ἀναγκαίως τὴν ὕλην ἔσται ὑποβεβληκυῖα τῷ θεῷ, προνοουμένη τοῦ τὴν τέχνην τὴν ἐνυπάρχουσαν αὐτῷ μὴ κενοπαθῆσαι, οὐκ οὔσης οὐσίας, ᾗ ὁμιλῆσαι δυνάμενος κατεκόσμησε τὸ τηλικοῦτον κόσμου κάλλος.