Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
εἰ μὲν γὰρ αὐτὸ ἀγέννητόν ἐστιν ὁ θεὸς, καὶ οὐσία ἐστὶν αὐτοῦ, ὡς ἂν εἴποι τις, ἡ ἀγεννησία, οὐκ ἂν ἀγέννητον εἴη ἡ ὕλη· οὐ γὰρ ταὐτόν ἐστιν ἡ ὕλη καὶ ὁ θεός·) εἰ δὲ ἑκάτερον μέν ἐστιν, ὅπερ ἐστὶν ἡ ὕλη καὶ ὁ θεὸς, πρόσεστι δὲ ἀμφοτέροις τὸ ἀγέννητον, δῆλον ὡς ἕτερόν ἐστιν ἑκατέρου, καὶ ἀμφοτέρων πρεσβύτερόν τε καὶ ἀνωτέρω.
ἀνατρεπτικὴ δὲ παντελῶς καὶ τοῦ ταῦτα συνυπάρχειν συνυπάρχειν, μᾶλλον δὲ τοῦτο ἕτερον αὐτῶν τὴν ὕλην ἐφ’ ἑαυτῆς ὑπάρχειν, καὶ ἡ τῆς ἐναντίας ἕξεως διαφορά.
εἰπάτωσαν γὰρ τὴν αἰτίαν, δι’ ἣν, ἀμφοτέρων ὄντων ἀγεννήτων, ὁ μὲν θεὸς ἀπαθὴς, ἄτρεπτος, ἀκίνητος, ἐργαστικὸς, ἡ δὲ τὰ ἐναντία παθητὴ, τρεπτὴ, ἄστατος, μεταποιουμένη.
καὶ πῶς ἥρμοσαν καὶ συνέδραμον συνέδραμον; πότερον κατὰ τὴν τῆς ὕλης φύσιν ἐξοικειώσας ἑαυτὸν ἐτεχνίτευσεν αὐτὴν ὁ θεός; ἀλλὰ τοῦτό γε ἄτοπον ὁμοίως ἀνθρώποις χρυσοχοεῖν καὶ λιθουργεῖν καὶ κατὰ τὰς ἄλλας τέχνας, ὅσας αἶ ὗλαι μορφοῦσθαι Λαὶ τυποῦσθαι δύνανται, χειροκμητεῖν τὸν θεόν.
εἰ δὲ οἴαν αὐτὸς ἐβούλετο