Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἀλλὰ χερνῆτίν τινα ἢ καπηλιν, ἢ εἰ ὁ Ἂδραστος μὴ ἔδωκε τὴν θυγατέρα αὐτῷ , ἢ εἰ ὁ μὲν ἔδωκεν, ὁ δ’ οὐκ ἐπεθύμησε τῆς οἴκαδε ὁδοῦ , ἢ εἰ ἐπιθυμήσας ἐκράτησεν ἑαυτοῦ ἢ εἰ μὴ προσέσχεν αὐτῷ δεομένῳ συμμαχίας ὁ Ἄδραστος, ἢ εἰ τῷ Ἀδράστῳ μήτε ὁ Ἀμφιάραος μήτε ὁ Τυδεὺς μηδὲ τῶν ἄλλων ταξιάρχων ἕκαστος ἠκολούθουν, ἢ εἰ οἱ μὲν συνηκολούθουν, ὁ δὲ ἐλθὼν οὐκ ἐμάχετο τῷ ἀδελφῷ, ἀλλ’ ἢ συμβὰς
ἢ εἰ οὗτος μὲν μὴ, ὁ δ’ ἕτερος, τῶν Εὐριπιδείων ἀκούσας σοφιστευμάτων ἐκείνων τῶν ἄλλων
ἀλλὰ μὴν, φήσεις, γέγονε ταῦτα. γέγονεν· ἀλλὰ σὺ ποίᾳ ὁδῷ εἰσῆλθες εἰς τὴν τούτων εἴδησιν; ἢ οὐχ ὁρᾷς ὡς πυκνὰ διακέκοφε τὸ ὅλον δρᾶμα ἡ ἐν ἡμῖν τοῖς τὸ δρᾶμα συμπληροῦσι δύνα- μις ; οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβὼν διατεμῶ τὸν εἱρμὸν ὑμῶν, ἀποφανῶ τε ἀδύνατον ὄντα.
ἀλλὰ σὺ τὰ τῆς ὑποθέσεως ἔσχατα εἰδέναι λέγεις, ἡ δὲ ὑπόθεσις ἐκ διακοπῆς εἱρμοῦ δυνάμεως ὅλη συντέτακται.
ἢ ὃ λέγω οὐ συνίης; ἀλλὰ καθ’ ἑκάστην ὑπόθεσιν, ὠ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα, ἢ πολλὰς ἐν αὐτῇ. αἱ δὲ ἀρχαὶ ἀεὶ τὰ μέχρις αὐτῶν διακόψασαι αὐτὰ ἄλλα προάγουσι πράγματα· τὰ δ’ ἐπὶ τοσοῦτον προχωρεῖν δύναται, ἐφ’ ὅσον ἂν μὴ ἄλλη ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ μετ’ αὐτὴν μὴ τοῖς ἔμπροσθεν ἀκολουθεῖν , ἀλλ’ ἑαυτῇ κελεύσῃ.
εἴη δ’ ἂν ἀρχὴ καὶ ὄνος καὶ κύων καὶ ψύλλα. οὐ γὰρ παραιρήσει οὐδὲ τῆς ψύλλης, λης, μὰ τὸν Ἀπόλλω, τὴν ἐξουσίαν· ἀλλ’ ὁρμήσει τινὰ ἰδίαν ὁρμὴν ἡ ψύλλα, ἣ καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἐνίοτε συμπλακεῖσα ἀρχὴν ἑαυτὴν παρέξεταί τινος ὁδοῦ. σὺ δὲ χρώμενος οὐκ αἴσθῃ τῷ γένει τούτῳ.
ὁ δὲ Ζεὺς οὗτος, ἡ τῆς ὑμετέρας ἀνάγκης ἀνάγκη, τί ἡμᾶς τίννυται, ἀλλ᾿ οὐκ, εἴπερ ἄρα, ἑαυτὸν, ὅτι τοιαύτην κατέδειξεν εἶναι τὴν ἀνάγκην; τί δὲ καὶ ἀπειλεῖ ἡμῖν; ἢ τί ἡμεῖς, ὡς ὄντες τούτου κύριοι, λιμώττομεν; ἀλλὰ καὶ ἤτοι ἀνοιγισθήσεται πρὸς ἡμῶν, ἢ οὔ· ὁπότερον δ᾿ ἂν ᾖ, τοῦτο πέπρωται.
λῆξον δὴ, ὦ Ζεῦ λιμοποιὲ, τοῦ θυμοῦ· ἔσται γὰρ ὃ πέπρωται, καὶ τοῦτο προστέτακται ποιεῖν ὁ σὸς εἱρμός· ἡμεῖς δὲ πρὸς τοῦτον οὐδέν ἐσμεν. παῦσαι δὲ καὶ σὺ, ὦ Ἄπολλον, μάταια χρησμῳδῶν· ἔσται γὰρ ὃ δεῖ, ἔσται, κἂν σὺ σιωπᾷς. ἡμεῖς δὲ, ὦ Ζεῦ καὶ Ἄπολλον, τί πάθωμεν, οὐδὲν ὄντες αἴτιοι τῆς ὑμετέρας νομοθετήσεως, τουτέστιν ἀναγκοθετήσεως; τί δ᾿ ἡμῖν καὶ ταῖς ὑμετέραις ἄταις, ἃς αὐτοὶ ἔχειν δίκαιοί ἐστε ὑπὲρ ὧν ἡμεῖς ἠναγκάσθημεν;
τὸν δὲ Λυκοῦργον ἐκεῖνον πῶς, ὦ Ἄπολλον, ἐπαινεῖς, ὃς οὐκ ἦν ἀγαθὸς, οὔτε ἑκὼν οὔθ᾿ ἑλόμενος, ἀλλὰ ἄκων; εἴπερ που καὶ γίνεταί τις ἀγαθὸς ἄκων. ἔοικε δὲ ὃ νῦν ποιεῖτε, ὡς εἴ τις τοὺς μὲν καλοὺς τὰ σώματα ἐπαινοίη καὶ γεραίροι, τοὺς δὲ αἰσχροὺς ψέγοι καὶ κολάζοι.
δίκαια γὰρ εἴποιεν ἂν πρὸς ὑμᾶς οἱ πονηροὶ, ὅτι οὐκ ἐπετρέψατε ἡμῖν, ὦ θεοὶ, ἀγαθοῖς γίνεσθαι, οὐ μόνον δὲ, ἀλλὰ καὶ ἐβιάσασθε εἶναι πονηρούς· οἵ τε ἀγαθοὶ, εἰ ἐξηγκωνισμένοι περιπα-
ἀλλὰ καὶ τὸν Ἐπίκουρον, ὃν σὺ πολλὰ, ὦ Χρύσιππε, ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλη- μάτων. τί γὰρ πάθῃ ὃς οὐχ ἑκὼν ἦν μαλακὸς οὐδὲ ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας;