Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τί γάρ ἐστιν ὁ Ἀρκεσίλαος , τί δὲ ὁ Ἐπίκουρος , ἢ τί ἡ Στοὰ, ἢ τί οἶ νέοι, ἢ τίς ὁ Οὖτις, οὒτ οἶδεν οὔτε οἶος εἰδέναι ’ πολὺ γὰρ· πρότερον οὐδ’ εἰ αὐτός τί ἐστιν οἶδεν.

ἀλλ’ οὐκ ἀνέξεσθε οὔτε ὑμεῖς οὔτε ὁ Δημόκριτος , εἰ λέγοι τις ταῦτα ’ οὐ γὰρ εἶναι πιστότερον μέτρον οὑ λέγω ’ οὐδ’ εἰ δοκεῖ καὶ ἄλλα τινὰ εἶναι, τούτῳ γ’ ἂν παρισωθείη ’ ἢ παρισωθείη μὲν ἂν, ὑπερβάλλοι δὲ οὐκ ἄν.

οὐκοῦν, φήσειεν ἄν τις, ὦ Δημόκριτε, καὶ σὺ , ὦ Χρύσιππε, καὶ σὺ, ὠ μάντι, ἐπειδὴ ἀγανακτεῖτε εἴ τις ἐθελήσαι παρελέσθαι τὴν ὑμῶν αὐτῶν ἀντίληψιν — οὐ γὰρ ἔτι τὰς πολλὰς ἐκείνας βίβλους εἶναι — φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν.

τί δή ποτε; ἔνθα μὲν ἂν ὑμῖν δοκῇ, ἔσται τοῦτο καὶ πιστότατον καὶ πρεσβύταττον, τατὸν, ἔνθα δ’ ἂν μὴ δοκῇ, ἐκεῖ καταδυναστεύσει τι λεληθὸς αὐτοῦ εἱμαρμένη πεπρωμένη , διαφορὰν ἑκάστῳ ὑμῶν ἔχουσα, τῷ μὲν ἐκ θεοῦ, τῷ δὲ ἐκ τῆς τῶν μικρῶν ἐκείνων σωμάτων τῶν φερομένων κάτω καὶ ἀναπαλλομένων ἄνω καὶ περιπλεκομένων καὶ διαλυο-

v.1.p.295
μένων καὶ διισταμένων καὶ παρατιθεμένων ἐξ ἀνάγ- κης;

ἰδοὺ γὰρ ᾧ τρόπῳ ἡμῶν αὐτῶν ἀντειλήμμεθα, τούτῳ καὶ τῶν ἐν ἡμῖν αὐθαιρέτων καὶ βιαίων. οὐ λέληθε δὲ ἡμᾶς ὅσον τὸ μεταξὺ τοῦ βαδίζειν καὶ τοῦ ἄγεσθαι , οὐδὲ ὅσον τοῦ αἱρεῖσθαι καὶ τοῦ ἀναγ- κάζεσθαι.

ὧν δὲ ἕνεκα ταῦτα προσήνεγκα τῷ λόγῳ; ὃτι σε ἐκπέφευγεν, ὠ μάντι, ὧν κύριοί ἐσμεν ἡμεῖς, καὶ ὁ τὰ πάντα εἰδὼς ταῦτά γε οὐκ ἂν εἰδείης, ὧν τὰ πείσματα ἀνῆπται ἐκ τῆς ἡμετέρας βουλήσεως.

αὕτη δέ γε ἐφαίνετο οὐκ ὀλίγων οὖσα πραγμάτων ἀρχή ὃν δὲ ἡ ἀρχὴ, ἥτις ἦν τῶν μετὰ ταῦτα αἰτία, ἐκπέφευγεν , ἠ πού γε τὰ μετὰ τὴν ἀρχὴν εἰδείη ἂν οὗτος.

ἀναίσχυντος δηλαδὴ ὁ Λαί·ῳ προμαντευόμε- νος ὅτι αὐτὸν ἀποκτενεῖ ὁ φύς. ἤμελλε γάρ που ὁ φὺς κύριος ἔσεσθαι τῆς ἑαυτοῦ βουλήσεως , καὶ οὔτε τις Ἀπόλλων οὔτε τις αὐτοῦ ὑπέρτερος ἐξικνεῖσθαι ἱκα- νὸς οὐδεμιᾷ δυνάμει ὧν οὐκ ἔστιν οὔτε ὕπαρξις οὔτε γενέσεως ἀνάγκη

ἐκεῖνο γὰρ δὴ τὸ καταγελαστότατον ἀπάντων, τὸ μίγμα καὶ ἡ σύνοδος τοῦ καὶ ἐπὶ τοῖς ἀνθρώποις τι εἶναι, καὶ εἱρμὸν οὐδὲν ἧττον εἶναι. προσεοικέναι γὰρ αὐτὸν, ὡς λέγουσιν οἱ σοφώτεροι, , τῷ Εὐριπιδείῳ λόγῳ ’

τεκνῶσαι μὲν γὰρ ἐθελήσαι τὸν Λάϊον, κύριον εἶναι τὸν Λάϊον, καὶ τοῦτο ἐκπεφευγέναι τὴν Ἀπολλωνίαν ὄφιν ’ τεκνώσαντι δ’ αὐτῷ ἐπεῖναι ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ φύντος αὐτὸν ἀποθανεῖν ’ οὕτως οὑν τὴν ἐπὶ τῷ μελλοντι ἀνάγκην παρέχειν τῷ μάντει τὴν τοῦ γενησομένου προαίσθησιν.

ἦν δέ που καὶ ὁ φὺς τῆς ἰδίας βουλήσεως κύριος, ὥσπερ ὁ φύσας, καὶ ὡς ἐκεῖνος τοῦ τεκνῶσαι καὶ μὴ , οὕτως οὕτος τοῦ ἀποκτεῖναι καὶ μή. τοιαῦτα δὲ ὑμῶν τὰ μαντεύματα πάντα· καὶ ὁ Εὐριπίδειος Ἀπόλλων τοῦτ’ ἐκεῖνο ἦν ὃ ἔλεγεν, τὸ

v.1.p.296
καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος.

ὅτι πήρωσις μὲν ἔσται αὐτοχειρίᾳ τοῦ φύντος ἐπὶ γάμῳ μητρὸς καὶ τυραννίδι, ἣν παρέλαβεν ἐπ’ αἰνίγματος λύσει , παίδων δὲ ἀλληλοκτόνοι σφαγαὶ ἐπὶ φυγῇ μὲν ἐκ τῆς ἀρχῆς τοῦ ἑτέρου , τοῦ δὲ ἑτέρου πλεονεξίᾳ, καὶ γάμῳ τοῦ φυγάδος ἐν Ἄργει, καὶ στόλῳ στρατηγῶν ἑπτὰ καταγελάστων καὶ συμβολῇ· ὣν ἐπὶ πολλὰς ἀρχὰς καὶ ἐξουσίας διαιρουμένων πῶς ἂν εἴη σοι ἐξεπίστασθαι) ἢ ὁ εἱρμὸς συνδεῖν δύναιτο ;

εἰ γὰρ αὑτοῦ κύριος ὢν μὴ ἐβουλήθη τυραννεῖν ὁ Οἰδίπους, ἢ τοῦτο βουληθεὶς καὶ πράξας γαμεῖν τὴν Ἰοκάστην οὐ προείλετο , ἢ γήμας μὴ ἐτετύφωτο μηδ’ ἦν δύσθυμος καὶ δυσάρεστος, πῶς ἂν τὰ καθ’ ἓκαστα ἐπράχθη ; πῶς δ’ ἂν τῶν ὀφθαλμῶν ἥψατο ; πῶς δ’ ἂν τοῖς παισὶν ἐπηράσατο τὴν Εὐριπίδου καὶ τὴν σὴν ἀράν;

τά τε ἑξῆς τούτων τίνα ἂν τρόπον ἐγεγόνει, μὴ πρότερον αἰτιῶν γιγνομένων ἢ σὺ τὶ περὶ τῶν μελλόντων λέγειν ἠδύνασο ; πάλιν δ’ αὖ εἰ συμβάντες οἱ παῖδες ἄμα ἐβασίλευον, ἢ εἰ συνθέμενοι παρὰ μέρος ἔμενον ἐπὶ τοῖς συγκειμένοις , ἢ εἰ ὁ ἀπελαθεὶς ἔγνω μὴ εἰς Ἂργος, ἀλλ’ εἰς Λιβύην ἢ εἰς Περραιβοὺς ἀπελθεῖν, ἢ εἰσελθὼν ἐπὶ τὸ Ἀργὸς ἔγνω ταριχοπωλεῖν , καὶ μὴ πλουσίαν λαβεῖν γυναῖκα,