Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
καὶ πῶς ἀπολύειν αὐτοὺς χρὴ αὐτὸς διδάξει λέγων
καὶ τὴν ἀπόλυσιν εἶπεν
καὶ τὰ τούτοις ἐπιλεγόμενα. οἷς ἐπιφέρει “λαὶ βραδυνόντων ἀπολῦσαι φησὶ
καὶ πάλιν ἄλλοτέ φησι
Οἷς ἐπιλέγει ὁ συγγραφεὺς
“Τὰς γραμμὰς τοίνυν παρακελεύεται ἀπαλείφειν, ἵνα ἀπέλθῃ· ταύτας γὰρ κρατεῖν, καὶ μέντοι καὶ τὸ ἄλλο σχῆμα τῆς ἐνδύσεως, διὰ τὸ φέρειν εἰκονίσματα τῶν κεκλημένων θεῶν.”
Δεδεῖχθαι σαφῶς ἡγοῦμαι διὰ τούτων ὅτι μηδὲν τὸ καθόλου θεοπρεπὲς, μήτε μέγα μήτε ἀλη- θῶς θεῖον, ἔνεστι τοῖς εἰς τοσοῦτον ταπεινότητος καταπεπτωκόσι πνεύμασιν, ὡς τοῖς τυχοῦσιν ἀνθρώποις ὑποσύρεσθαι καθέλκεσθαί τε οὐ δι᾿ ἀρετῆς καὶ σοφίας ἀνάληψιν, ἀλλ᾿ εἰ μόνον τὰ τῆς περιέργου γοητείας μετέλθοιέν τε καὶ διαπράξοιντο.
οὔτ᾿ οὖν ὀρθῶς ὁ ῾Ρόδιος Πυθαγόρας οὔθ᾿ ὁ τούτῳ ταύτην παρασχὼν τὴν μαρτυρίαν οὔθ᾿ ὁστισοῦν ἀνθρώπων θεοὺς προσείποι ἂν εὐλόγως, ἀλλ᾿ οὐδὲ ἀγαθοὺς δαίμονας, τοὺς ὑπὸ θνητῶν ἀνθρώπων, καὶ ταῦτα γοήτων, οὐ κατὰ γνώμην οἰκείαν, βίᾳ δὲ καὶ ἀνάγκῃ συρομένους, καὶ μηδὲ τῆς τῶν δεσμῶν ἀπολύσεως τὴν ἐξουσίαν ἐφ᾿ ἑαυτοἲς ἔχοντας.