Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἰ γὰρ δὴ ἀβίαστον καὶ ἀκατανάγκαστον καὶ πάντων κρεἲττον τὴν φύσιν ἀπαθὲς ὂν καὶ ἐλεύθερον τὸ θεῖον, πῶς ἂν εἷεν θεοὶ, μαγγανείαις ταῖς διὰ τοιῶνδε σχημάτων καὶ γραμμῶν καὶ τύπων στεφάνοις τε καὶ τοῖς ἀπὸ γῆς ἄνθεσι καί τισιν ἄλλοις ἀσήμοις καὶ βαρβάροις ἤχοις τε καὶ φωναῖς κηλούμενοι, καὶ τοῖς τυχοῦσιν ἀνθρώποις χειρούμενοι, καὶ ὡσπερεὶ δεσμοῖς καταδουλούμενοι, ὥστε μηδὲ τὴν αὐτεξούσιον καὶ προαιρετικὴν σώζειν ἐφ᾿ ἑαυτοῖς δύναμιν;

πῶς δὲ κἂν ἀγαθοὶ δαίμονες λεχθεῖεν βίᾳ καὶ ἀνάγκῃ κατασπώμενοι; τί γὰρ τὸ αἴτιον τοῦ ἄκοντας, οὐχὶ δὲ αὐτεξουσίους σφᾶς αὐτοὺς τοῖς βοηθείας δεομένοις ἐπιδιδόναι;

εἰ γὰρ ἐπ᾿ ἀγαθῷ ποιοῦνται τὴν πά-

v.1.p.229
ροδον ἀγαθοὶ ὄντες, καὶ εἴ τις ἦν ἐξ αὐτῶν ψυχῆς ὠφέλεια, χρῆν δήπου προαιρέσει τὸ ἀγαθὸν ἀσπάζεσθαι, φθάνοντας ταῖς εὐποιίαις τοὺς δεομένους, ἀλλὰ μὴ περιμένειν ἀνάγκην·

εἰ δ᾿ οὐ καλὸν ἦν οὐδ᾿ ὠφελοῦν τὸ πραττόμενον, διὸ μηδὲ κατὰ γνώμην αὐτοῖς γίνεσθαι, καὶ πῶς ἂν ἀγαθοὶ εἶεν, τὸ μὴ καλὸν μηδὲ συμφέρον πράττοντες;

πῶς δὲ θαυμάζεσθαι ἄξιοι καὶ θεραπείαις θεῶν τιμᾶσθαι, οἱ καὶ τοῖς τυχοῦσι γόησι τὸν τρόπον πανωλεστάτοις καταδουλούμενοι καὶ τὸ μὴ καλὸν μηδὲ συμφέρον παρὰ γνώμην πράττειν ἀναγκαζόμενοι, ἀγόμενοί τε καὶ καθελκόμενοι, οὐ δι᾿ ἀποδοχὴν σωφροσύνης ἀνθρώπων, οὐδὲ ἀρετῆς χάριν ἤ τινος μέρους φιλοσοφίας, μεθόδοις δὲ γοήτων ἀπειρημέναις, ἃς ὁ αὐτὸς αὖ- θις συγγραφεὺς ἐν τῇ πρὸς τὸν εἰρημένον Αἰγύπτιον ἐπιστολῇ, ὡς ἂν προφήτῃ τἀληθῆ καὶ ἀπόρρητα κοινούμενος, τέθειται, τοὺς λόγους, καθ᾿ οὓς ταῦτα συντελοῦσιν, ἀξιῶν παρ᾿ αὐτοῦ διδαχθῆναι; πυνθάνεται γοῦν ὧδέ πως ἀπορῶν καὶ λέγων

“Πάνυ δέ με θράττει πῶς ὡς κρείττους παρα- καλούμενοι ἐπιτάττονται ὡς χείρους, καὶ δίκαιον εἶναι ἀξιοῦντες τὸν θεράποντα τὰ ἄδικα αὐτοὶ κελευσθέντες δρᾶν ὑπομένουσι· καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσι.

καὶ ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσι δεῖν εἶναι τοὺς ὑποφήτας, ἵνα μὴ τοἲς ἀπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται, αὐτοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ θυσιῶν μάλιστα δελεάζονται, καὶ νεκροῦ μὲν ἀθιγῆ δεἲν εἶναι τὸν ἐπόπτην, διὰ νεκρῶν δὲ τὰ πολλὰ ζῴων αἱ θεαγωγίαι ἐκτελοῦνται.

πολλῷ δὲ τούτων ἀλογώτερον τὸ μὴ δαίμονι, εἰ τύχοι, ἢ ψυχῇ τεθνη-

v.1.p.230
κότος, αὐτῷ δὲ τῷ βασιλεῖ ἡλίῳ, ἢ σελήνῃ, ἤ τινι τῶν κατ᾿ οὐρανὸν, ἄνθρωπον τῷ τυχόντι ὑποχείριον ἀπειλὰς προσφέροντα ἐκφοβεῖν, ψευδόμενον, ἵν᾿ ἐκεἲνοι ἀληθεύσωσι.